< Πετρου Β΄ 1 >

1 Συμεών Πέτρος, δούλος και απόστολος του Ιησού Χριστού, προς τους όσοι έλαχον ισότιμον με ημάς πίστιν εις την δικαιοσύνην του Θεού ημών και Σωτήρος Ιησού Χριστού·
Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ·
2 χάρις και ειρήνη πληθυνθείη εις εσάς διά της επιγνώσεως του Θεού και του Ιησού του Κυρίου ημών.
χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
3 Καθώς η θεία δύναμις αυτού εχάρισεν εις ημάς πάντα τα προς ζωήν και ευσέβειαν διά της επιγνώσεως του καλέσαντος ημάς διά της δόξης αυτού και αρετής,
Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς,
4 διά των οποίων εδωρήθησαν εις ημάς αι μέγισται και τίμιαι επαγγελίαι, ίνα διά τούτων γείνητε κοινωνοί θείας φύσεως, αποφυγόντες την εν τω κόσμω υπάρχουσαν διά της επιθυμίας διαφθοράν.
δι᾽ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
5 Και δι' αυτό δε τούτο καταβαλόντες πάσαν σπουδήν, προσθέσατε εις την πίστιν σας την αρετήν, εις δε την αρετήν την γνώσιν,
καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
6 εις δε την γνώσιν την εγκράτειαν, εις δε την εγκράτειαν την υπομονήν, εις δε την υπομονήν την ευσέβειαν,
ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
7 εις δε την ευσέβειαν την φιλαδελφίαν, εις δε την φιλαδελφίαν την αγάπην.
ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
8 Διότι, εάν ταύτα υπάρχωσιν εις εσάς και περισσεύωσι, σας καθιστώσιν ουχί αργούς ουδέ ακάρπους εις την επίγνωσιν του Κυρίου ημών Ιησού Χριστού·
ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν·
9 επειδή εις όντινα δεν υπάρχουσι ταύτα, τυφλός είναι, μυωπάζει και ελησμόνησε τον καθαρισμόν των παλαιών αυτού αμαρτιών.
ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.
10 Διά τούτο, αδελφοί, επιμελήθητε περισσότερον να κάμητε βεβαίαν την κλήσιν και την εκλογήν σας· διότι ταύτα κάμνοντες δεν θέλετε πταίσει ποτέ.
διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
11 Διότι ούτω θέλει σας δοθή πλουσίως η είσοδος εις την αιώνιον βασιλείαν του Κυρίου ημών και Σωτήρος Ιησού Χριστού. (aiōnios g166)
οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. (aiōnios g166)
12 Όθεν δεν θέλω αμελήσει να σας υπενθυμίζω πάντοτε περί τούτων, καίτοι ειδότας και εστηριγμένους εις την παρούσαν αλήθειαν.
Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
13 Στοχάζομαι όμως δίκαιον, εφ' όσον είμαι εν τούτω τω σκηνώματι, να σας διεγείρω διά της υπενθυμίσεως,
δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,
14 επειδή εξεύρω ότι εντός ολίγον θέλω αποθέσει το σκήνωμά μου, καθώς και ο Κύριος ημών Ιησούς Χριστός μοι εφανέρωσε.
εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι.
15 Θέλω όμως επιμεληθή, ώστε σεις και μετά την αποβίωσίν μου να δύνασθε πάντοτε να ενθυμήσθε αυτά.
σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.
16 Διότι σας εγνωστοποιήσαμεν την δύναμιν και παρουσίαν του Κυρίου ημών Ιησού Χριστού, ουχί μύθους σοφιστικούς ακολουθήσαντες, αλλ' αυτόπται γενόμενοι της εκείνου μεγαλειότητος.
Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
17 Διότι έλαβε παρά Θεού Πατρός τιμήν και δόξαν, ότε ήλθεν εις αυτόν τοιαύτη φωνή υπό της μεγαλοπρεπούς δόξης, Ούτος είναι ο Υιός μου ο αγαπητός, εις τον οποίον εγώ ευηρεστήθην·
λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, —
18 και ταύτην την φωνήν ημείς ηκούσαμεν εξ ουρανού ελθούσαν, όντες μετ' αυτού εν τω όρει τω αγίω.
καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ.
19 Και έχομεν βεβαιότερον τον προφητικόν λόγον, εις τον οποίον κάμνετε καλά να προσέχητε ως εις λύχνον φέγγοντα εν σκοτεινώ τόπω, εωσού έλθη η αυγή της ημέρας και ο φωσφόρος ανατείλη εν ταις καρδίαις υμών·
καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν,
20 τούτο πρώτον εξεύροντες, ότι ουδεμία προφητεία της γραφής γίνεται εξ ιδίας του προφητεύοντος διασαφήσεως·
τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται.
21 διότι δεν ήλθε ποτέ προφητεία εκ θελήματος ανθρώπου, αλλ' υπό του Πνεύματος του Αγίου κινούμενοι ελάλησαν οι άγιοι άνθρωποι του Θεού.
οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾽ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.

< Πετρου Β΄ 1 >