< Βασιλειῶν Δʹ 3 >

1 Ο δε Ιωράμ υιός του Αχαάβ εβασίλευσεν επί τον Ισραήλ εν Σαμαρεία, το δέκατον όγδοον έτος του Ιωσαφάτ βασιλέως του Ιούδα· και εβασίλευσεν έτη δώδεκα.
καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη
2 Και έπραξε πονηρά ενώπιον του Κυρίου, ουχί όμως καθώς ο πατήρ αυτού και η μήτηρ αυτού· διότι εσήκωσε το άγαλμα του Βάαλ, το οποίον είχε κάμει ο πατήρ αυτού.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ καὶ μετέστησεν τὰς στήλας τοῦ Βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ
3 Πλην ήτο προσκεκολλημένος εις τας αμαρτίας του Ιεροβοάμ υιού του Ναβάτ, όστις έκαμε τον Ισραήλ να αμαρτήση· δεν απεμακρύνθη απ' αυτών.
πλὴν ἐν τῇ ἁμαρτίᾳ Ιεροβοαμ υἱοῦ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ’ αὐτῆς
4 Μησά δε ο βασιλεύς του Μωάβ είχε ποίμνια, και έδιδεν εις τον βασιλέα του Ισραήλ εκατόν χιλιάδας αρνίων και εκατόν χιλιάδας κριών με τα μαλλία αυτών.
καὶ Μωσα βασιλεὺς Μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ Ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων
5 Αλλ' αφού απέθανεν ο Αχαάβ, απεστάτησεν ο βασιλεύς του Μωάβ κατά του βασιλέως του Ισραήλ.
καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Αχααβ καὶ ἠθέτησεν βασιλεὺς Μωαβ ἐν βασιλεῖ Ισραηλ
6 Και εξήλθεν ο βασιλεύς Ιωράμ εκ της Σαμαρείας κατ' εκείνον τον καιρόν και απηρίθμησε πάντα τον Ισραήλ.
καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ
7 Και υπήγε και απέστειλε προς Ιωσαφάτ τον βασιλέα του Ιούδα, λέγων, Ο βασιλεύς του Μωάβ απεστάτησε κατ' εμού· έρχεσαι μετ' εμού εναντίον του Μωάβ εις πόλεμον; Ο δε είπε, Θέλω αναβή· εγώ είμαι ως συ, ο λαός μου ως ο λαός σου, οι ίπποι μου ως οι ίπποι σου.
καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαφατ βασιλέα Ιουδα λέγων βασιλεὺς Μωαβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύσῃ μετ’ ἐμοῦ εἰς Μωαβ εἰς πόλεμον καὶ εἶπεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοι ὡς ὁ λαός μου ὁ λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου
8 Και είπε, Διά ποίας οδού θέλομεν αναβή; Ο δε απεκρίθη, Διά της οδού της ερήμου Εδώμ.
καὶ εἶπεν ποίᾳ ὁδῷ ἀναβῶ καὶ εἶπεν ὁδὸν ἔρημον Εδωμ
9 Και υπήγεν ο βασιλεύς του Ισραήλ και ο βασιλεύς του Ιούδα και ο βασιλεύς του Εδώμ· και περιήλθον οδόν επτά ημερών· και δεν ήτο ύδωρ διά το στρατόπεδον και διά τα κτήνη τα ακολουθούντα αυτούς.
καὶ ἐπορεύθη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν
10 Και είπεν ο βασιλεύς του Ισραήλ, Ω βεβαίως συνεκάλεσεν ο Κύριος τους τρεις τούτους βασιλείς, διά να παραδώση αυτούς εις την χείρα του Μωάβ.
καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωαβ
11 Ο δε Ιωσαφάτ είπε, Δεν είναι εδώ προφήτης του Κυρίου, διά να ερωτήσωμεν τον Κύριον δι' αυτού; Και απεκρίθη εις εκ των δούλων του βασιλέως του Ισραήλ, και είπεν, Είναι εδώ Ελισσαιέ ο υιός του Σαφάτ, όστις επέχεεν ύδωρ εις τας χείρας του Ηλία.
καὶ εἶπεν Ιωσαφατ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ’ αὐτοῦ καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ισραηλ καὶ εἶπεν ὧδε Ελισαιε υἱὸς Σαφατ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ηλιου
12 Και είπεν ο Ιωσαφάτ, Λόγος Κυρίου είναι μετ' αυτού. Και κατέβησαν προς αυτόν ο βασιλεύς του Ισραήλ και ο Ιωσαφάτ και ο βασιλεύς του Εδώμ.
καὶ εἶπεν Ιωσαφατ ἔστιν αὐτῷ ῥῆμα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ
13 Και είπεν ο Ελισσαιέ προς τον βασιλέα του Ισραήλ, Τι είναι μεταξύ εμού και σου; ύπαγε προς τους προφήτας του πατρός σου και προς τους προφήτας της μητρός σου. Και είπε προς αυτόν ο βασιλεύς του Ισραήλ, Μή· διότι ο Κύριος συνεκάλεσε τους τρεις τούτους βασιλείς, διά να παραδώση αυτούς εις την χείρα του Μωάβ.
καὶ εἶπεν Ελισαιε πρὸς βασιλέα Ισραηλ τί ἐμοὶ καὶ σοί δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ισραηλ μή ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωαβ
14 Και είπεν ο Ελισσαιέ, Ζη ο Κύριος των δυνάμεων, ενώπιον του οποίου παρίσταμαι, βεβαίως εάν δεν εσεβόμην το πρόσωπον του Ιωσαφάτ βασιλέως του Ιούδα, δεν ήθελον επιβλέψει προς σε, ουδέ ήθελον σε ιδεί,
καὶ εἶπεν Ελισαιε ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι εἰ μὴ πρόσωπον Ιωσαφατ βασιλέως Ιουδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε
15 αλλά τώρα φέρετέ μοι ψαλτωδόν. Και ενώ έψαλλεν ο ψαλτωδός, ήλθεν επ' αυτόν η χειρ του Κυρίου.
καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων καὶ ἐγένετο ἐπ’ αὐτὸν χεὶρ κυρίου
16 Και είπεν, ούτω λέγει Κύριος· Κάμε την κοιλάδα ταύτην λάκκους·
καὶ εἶπεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους
17 διότι ούτω λέγει Κύριος, Δεν θέλετε ιδεί άνεμον και δεν θέλετε ιδεί βροχήν· και αύτη η κοιλάς θέλει πλησθή ύδατος, και θέλει πίει, σεις και τα ποίμνιά σας και τα κτήνη σας·
ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν
18 αλλά τούτο είναι μικρόν πράγμα εις τους οφθαλμούς του Κυρίου· εις την χείρα σας θέλει παραδώσει και τον Μωάβ·
καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμῶν
19 και θέλετε πατάξει πάσαν οχυράν πόλιν και πάσαν εκλεκτήν πόλιν, και θέλετε καταβάλει παν δένδρον καλόν, και εμφράξει πάσας τας πηγάς των υδάτων, και αχρειώσει με λίθους πάσαν αγαθήν μερίδα γης.
καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις
20 Και το πρωΐ, ενώ ετελείτο η προσφορά, ιδού, ήλθον ύδατα από της οδού Εδώμ, και επλήσθη η γη υδάτων.
καὶ ἐγένετο τὸ πρωὶ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Εδωμ καὶ ἐπλήσθη ἡ γῆ ὕδατος
21 Και ότε ήκουσαν πάντες οι Μωαβίται ότι ανέβησαν οι βασιλείς διά να πολεμήσωσιν αυτούς, συνηθροίσθησαν πάντες οι μάχαιραν περιζωννύμενοι και επάνω, και εστάθησαν επί των συνόρων.
καὶ πᾶσα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου
22 Και εξηγέρθησαν το πρωΐ, και καθώς ανέτειλεν ο ήλιος επί τα ύδατα, είδον οι Μωαβίται εκ του απέναντι τα ύδατα κόκκινα ως αίμα·
καὶ ὤρθρισαν τὸ πρωί καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἶδεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα
23 και είπον, Τούτο είναι αίμα· βεβαίως οι βασιλείς επολέμησαν και εκτυπήθησαν μετ' αλλήλων· τώρα λοιπόν εις τα λάφυρα, Μωάβ.
καὶ εἶπαν αἷμα τοῦτο τῆς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωαβ
24 Και ότε ήλθον εις το στρατόπεδον του Ισραήλ, εσηκώθησαν οι Ισραηλίται και επάταξαν τους Μωαβίτας, ώστε έφυγον από προσώπου αυτών· και κτυπώντες τους Μωαβίτας εισήλθον εις την γην αυτών.
καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ
25 Και κατέστρεψαν τας πόλεις· και εις πάσαν αγαθήν μερίδα γης έρριψαν έκαστος την πέτραν αυτού, και εγέμισαν αυτήν· και πάσας τας πηγάς των υδάτων ενέφραξαν, και παν δένδρον καλόν κατέβαλον· ώστε εν Κιρ-αρασέθ έμειναν οι λίθοι αυτής, και κυκλώσαντες οι σφενδονισταί επάταξαν αυτήν.
καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν
26 Και ότε βασιλεύς του Μωάβ είδεν ότι η μάχη υπερίσχυεν εναντίον αυτού, έλαβε μεθ' αυτού επτακοσίους άνδρας ξιφήρεις, διά να διακόψωσι το στράτευμα, μέχρι του βασιλέως Εδώμ· πλην δεν ηδυνήθησαν.
καὶ εἶδεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ καὶ οὐκ ἠδυνήθησαν
27 Τότε έλαβε τον πρωτότοκον αυτού υιόν, όστις έμελλε να βασιλεύση αντ' αυτού, και προσέφερεν αυτόν ολοκαύτωμα επί του τείχους· και έγεινεν αγανάκτησις μεγάλη εν τω Ισραήλ· και αναχωρήσαντες απ' αυτού, επέστρεψαν εις την γην αυτών.
καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ’ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ καὶ ἀπῆραν ἀπ’ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν

< Βασιλειῶν Δʹ 3 >