< Ιωαννου Β΄ 1 >

1 Ο πρεσβύτερος προς την εκλεκτήν κυρίαν και προς τα τέκνα αυτής, τους οποίους εγώ αγαπώ εν αληθεία, και ουχί εγώ μόνος, αλλά και πάντες οι γνωρίσαντες την αλήθειαν,
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
2 διά την αλήθειαν, ήτις μένει εν ημίν και θέλει είσθαι μεθ' ημών εις τον αιώνα· (aiōn g165)
διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· (aiōn g165)
3 είη μεθ' υμών χάρις, έλεος, ειρήνη παρά Θεού Πατρός και παρά Κυρίου Ιησού Χριστού του Υιού του Πατρός, εν αληθεία και αγάπη.
ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρός, καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 Εχάρην κατά πολλά ότι εύρηκα εκ των τέκνων σου τινάς περιπατούντας εν τη αληθεία, καθώς εντολήν ελάβομεν παρά του Πατρός.
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
5 Και τώρα σε παρακαλώ, κυρία, ουχί ως γράφων προς σε εντολήν νέαν, αλλ' εκείνην την οποίαν είχομεν απ' αρχής, να αγαπώμεν αλλήλους.
Καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
6 Και αύτη είναι η αγάπη, να περιπατώμεν κατά τας εντολάς αυτού. Αύτη είναι η εντολή, καθώς ηκούσατε απ' αρχής, να περιπατήτε εις αυτήν.
Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. Αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
7 Διότι πολλοί πλάνοι εισήλθον εις τον κόσμον, οίτινες δεν ομολογούσιν ότι ο Ιησούς Χριστός ήλθεν εν σαρκί· ο τοιούτος είναι ο πλάνος και ο αντίχριστος.
Ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί. Οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
8 Προσέχετε εις εαυτούς, διά να μη χάσωμεν εκείνα, τα οποία ειργάσθημεν, αλλά να απολάβωμεν πλήρη τον μισθόν.
Βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.
9 Πας όστις παραβαίνει και δεν μένει εν τη διδαχή του Χριστού Θεόν δεν έχει· ο μένων εν τη διδαχή του Χριστού, ούτος έχει και τον Πατέρα και τον Υιόν.
Πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
10 Εάν τις έρχηται προς εσάς και δεν φέρη την διδαχήν ταύτην, μη δέχεσθε αυτόν εις οικίαν και μη λέγετε εις αυτόν το χαίρειν·
Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
11 διότι ο λέγων εις αυτόν το χαίρειν γίνεται κοινωνός εις τα πονηρά αυτού έργα.
ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 Αν και είχον πολλά να σας γράψω, δεν ηθέλησα διά χάρτου και μελάνης, αλλ' ελπίζω να έλθω προς εσάς και να λαλήσω στόμα προς στόμα, διά να ήναι πλήρης η χαρά ημών.
Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
13 Σε ασπάζονται τα τέκνα της αδελφής σου της εκλεκτής· αμήν.
Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν.

< Ιωαννου Β΄ 1 >