< Παραλειπομένων Βʹ 7 >

1 Και αφού ετελείωσεν ο Σολομών προσευχόμενος, κατέβη το πυρ εκ του ουρανού και κατέφαγε τα ολοκαυτώματα και τας θυσίας· και δόξα Κυρίου ενέπλησε τον οίκον.
καὶ ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας καὶ δόξα κυρίου ἔπλησεν τὸν οἶκον
2 Και δεν ηδύναντο οι ιερείς να εισέλθωσιν εις τον οίκον του Κυρίου, διότι δόξα Κυρίου ενέπλησε τον οίκον του Κυρίου.
καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον
3 Πάντες δε οι υιοί Ισραήλ, βλέποντες το πυρ καταβαίνον και την δόξαν του Κυρίου επί τον οίκον, έπεσον κατά πρόσωπον επί την γην, επί το λιθόστρωτον, και προσεκύνησαν και εδόξασαν τον Κύριον, λέγοντες, Ότι είναι αγαθός· ότι εις τον αιώνα το έλεος αυτού.
καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἑώρων καταβαῖνον τὸ πῦρ καὶ ἡ δόξα κυρίου ἐπὶ τὸν οἶκον καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον καὶ προσεκύνησαν καὶ ᾔνουν τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
4 Τότε ο βασιλεύς και πας ο λαός προσέφεραν θυσίας ενώπιον του Κυρίου·
καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι κυρίου
5 και εθυσίασεν ο βασιλεύς Σολομών την θυσίαν, εικοσιδύο χιλιάδας βοών και εκατόν είκοσι χιλιάδας προβάτων. Ούτως εγκαινίασαν ο βασιλεύς και πας ο λαός τον οίκον του Θεού.
καὶ ἐθυσίασεν Σαλωμων τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας καὶ ἐνεκαίνισεν τὸν οἶκον τοῦ θεοῦ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαός
6 Και ίσταντο οι ιερείς εις τας υπηρεσίας αυτών, και οι Λευΐται μετά των μουσικών οργάνων του Κυρίου, τα οποία Δαβίδ ο βασιλεύς έκαμε διά να δοξάζωσι τον Κύριον, Ότι εις τον αιώνα το έλεος αυτού, έχοντες εν ταις χερσίν αυτών τους ύμνους του Δαβίδ· και εσάλπιζον οι ιερείς κατέναντι αυτών, και πας ο Ισραήλ ίστατο.
καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν κυρίου τοῦ Δαυιδ τοῦ βασιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι κυρίου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτῶν καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν καὶ πᾶς Ισραηλ ἑστηκώς
7 Καθιέρωσεν έτι ο Σολομών το μέσον της αυλής, της κατά πρόσωπον του οίκου του Κυρίου· διότι εκεί προσέφερε τα ολοκαυτώματα και το στέαρ των ειρηνικών προσφορών· επειδή το θυσιαστήριον το χάλκινον, το οποίον ο Σολομών έκαμε, δεν ηδύνατο να χωρέση τα ολοκαυτώματα και την εξ αλφίτων προσφοράν και το στέαρ.
καὶ ἡγίασεν Σαλωμων τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ κυρίου ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησεν Σαλωμων οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναα καὶ τὰ στέατα
8 Και κατ' εκείνον τον καιρόν έκαμεν ο Σολομών την εορτήν επτά ημέρας, και πας ο Ισραήλ μετ' αυτού, σύναξις μεγάλη σφόδρα, από της εισόδου Αιμάθ μέχρι του ποταμού της Αιγύπτου.
καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέραις καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αιμαθ καὶ ἕως χειμάρρου Αἰγύπτου
9 Και εν τη ογδόη ημέρα έκαμον σύναξιν πάνδημον· διότι έκαμον τον εγκαινιασμόν του θυσιαστηρίου επτά ημέρας, και την εορτήν επτά ημέρας.
καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ὅτι ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν
10 Και εν τη εικοστή τρίτη ημέρα του εβδόμου μηνός απέλυσε τον λαόν εις τας σκηνάς αυτών, ευφραινομένους και αγαλλομένους την καρδίαν διά τα αγαθά όσα έκαμεν ο Κύριος προς τον Δαβίδ και προς τον Σολομώντα και προς τον Ισραήλ τον λαόν αυτού.
καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησεν κύριος τῷ Δαυιδ καὶ τῷ Σαλωμων καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ
11 Και ετελείωσεν ο Σολομών τον οίκον του Κυρίου και τον οίκον του βασιλέως· και παν ό, τι ήλθεν εις την καρδίαν του Σολομώντος να κάμη εν τω οίκω του Κυρίου και εν τω οίκω αυτού ευωδώθη.
καὶ συνετέλεσεν Σαλωμων τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντα ὅσα ἠθέλησεν ἐν τῇ ψυχῇ Σαλωμων τοῦ ποιῆσαι ἐν οἴκῳ κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ εὐοδώθη
12 Και εφάνη ο Κύριος εις τον Σολομώντα διά νυκτός, και είπε προς αυτόν, Ήκουσα της προσευχής σου και εξέλεξα τον τόπον τούτον εις εμαυτόν διά οίκον θυσίας.
καὶ ὤφθη ὁ θεὸς τῷ Σαλωμων τὴν νύκτα καὶ εἶπεν αὐτῷ ἤκουσα τῆς προσευχῆς σου καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας
13 Εάν κλείσω τον ουρανόν και δεν γίνηται βροχή, και εάν προστάξω την ακρίδα να καταφάγη την γην, και εάν αποστείλω θανατικόν μεταξύ του λαού μου,
ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου
14 και ο λαός μου, επί τον οποίον εκλήθη το όνομά μου, ταπεινώσωσιν εαυτούς και προσευχηθώσι και εκζητήσωσι το πρόσωπόν μου και επιστρέψωσιν από των οδών αυτών των πονηρών, τότε εγώ θέλω επακούσει εκ του ουρανού και θέλω συγχωρήσει την αμαρτίαν αυτών και θεραπεύσει την γην αυτών.
καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφ’ οὓς τὸ ὄνομά μου ἐπικέκληται ἐπ’ αὐτούς καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν
15 Τώρα οι οφθαλμοί μου θέλουσιν είσθαι ανεωγμένοι και τα ώτα μου προσεκτικά εις την προσευχήν την γινομένην εν τω τόπω τούτω.
νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου
16 Διότι τώρα εξέλεξα και ηγίασα τον οίκον τούτον, διά να ήναι το όνομά μου εκεί έως αιώνος· και οι οφθαλμοί μου και η καρδία μου θέλουσιν είσθαι εκεί πάσας τας ημέρας.
καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας
17 Και συ, εάν περιπατής ενώπιόν μου, καθώς περιεπάτησε Δαβίδ ο πατήρ σου, και κάμνης κατά πάντα όσα προσέταξα εις σε, και φυλάττης τα διατάγματά μου και τας κρίσεις μου,
καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυιδ ὁ πατήρ σου καὶ ποιήσῃς κατὰ πάντα ἃ ἐνετειλάμην σοι καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ
18 τότε θέλω στερεώσει τον θρόνον της βασιλείας σου, καθώς υπεσχέθην προς Δαβίδ τον πατέρα σου, λέγων, Δεν θέλει εκλείψει εις σε ανήρ ηγεμονεύων επί τον Ισραήλ.
καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ὡς διεθέμην Δαυιδ τῷ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ
19 Αλλ' εάν σεις αποστρέψητε και εγκαταλείψητε τα διατάγματά μου και τας εντολάς μου, τας οποίας έθεσα έμπροσθέν σας, και υπάγητε και λατρεύσητε άλλους θεούς και προσκυνήσητε αυτούς,
καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ἃς ἔδωκα ἐναντίον ὑμῶν καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς
20 τότε θέλω εκριζώσει αυτούς από της γης μου, την οποίαν έδωκα εις αυτούς· και τον οίκον τούτον, τον οποίον ηγίασα διά το όνομά μου, θέλω απορρίψει από προσώπου μου και θέλω κάμει αυτόν παροιμίαν και εμπαιγμόν μεταξύ πάντων των λαών.
καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσιν τοῖς ἔθνεσιν
21 Και ο οίκος ούτος, όστις έγεινε τόσον υψηλός, θέλει είσθαι έκστασις εις πάντας τους διαβαίνοντας παρ' αυτόν· και θέλουσι λέγει, Διά τι ο Κύριος έκαμεν ούτως εις την γην ταύτην και εις τον οίκον τούτον;
καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ χάριν τίνος ἐποίησεν κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ
22 Και θέλουσιν αποκρίνεσθαι, Επειδή εγκατέλιπον Κύριον τον Θεόν των πατέρων αυτών, όστις εξήγαγεν αυτούς εξ Αιγύπτου, και προσεκολλήθησαν εις άλλους θεούς και προσεκύνησαν αυτούς και ελάτρευσαν αυτούς· διά τούτο επέφερεν επ' αυτούς άπαν τούτο το κακόν.
καὶ ἐροῦσιν διότι ἐγκατέλιπον κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἀντελάβοντο θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς διὰ τοῦτο ἐπήγαγεν ἐπ’ αὐτοὺς πᾶσαν τὴν κακίαν ταύτην

< Παραλειπομένων Βʹ 7 >