< Παραλειπομένων Βʹ 17 >

1 Εβασίλευσε δε αντ' αυτού Ιωσαφάτ ο υιός αυτού και ενεδυναμώθη κατά του Ισραήλ.
καὶ ἐβασίλευσεν Ιωσαφατ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ καὶ κατίσχυσεν Ιωσαφατ ἐπὶ τὸν Ισραηλ
2 Και έβαλε δυνάμεις εις πάσας τας οχυράς πόλεις του Ιούδα και κατέστησε φρουράς εν τη γη Ιούδα και εν ταις πόλεσι του Εφραΐμ, τας οποίας είχε κυριεύσει Ασά ο πατήρ αυτού.
καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦ
3 Και ήτο Κύριος μετά του Ιωσαφάτ, επειδή περιεπάτησεν εν ταις οδοίς Δαβίδ του πατρός αυτού ταις πρώταις, και δεν εξεζήτησε τους Βααλείμ·
καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα
4 αλλά τον Θεόν του πατρός αυτού εξεζήτησε και εις τας εντολάς αυτού περιεπάτησε και ουχί κατά τα έργα του Ισραήλ.
ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα
5 Διά τούτο εστερέωσεν ο Κύριος την βασιλείαν εν τη χειρί αυτού· και πας ο Ιούδας έδωκε δώρα εις τον Ιωσαφάτ· και απέκτησε πλούτον και δόξαν πολλήν.
καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή
6 Και υψώθη η καρδία αυτού εις τας οδούς του Κυρίου· και έτι αφήρεσε τους υψηλούς τόπους και τα άλση από του Ιούδα.
καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα
7 Και εν τω τρίτω έτει της βασιλείας αυτού απέστειλε τους άρχοντας αυτού, τον Βεν-αΐλ και τον Οβαδίαν και τον Ζαχαρίαν και τον Ναθαναήλ και τον Μιχαΐαν, διά να διδάσκωσιν εν ταις πόλεσι του Ιούδα.
καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα
8 και μετ' αυτών τους Λευΐτας, τον Σεμαΐαν και Ναθανίαν και Ζεβαδίαν και Ασαήλ και Σεμιραμώθ και Ιωνάθαν και Αδωνίαν και Τωβίαν και Τωβ-αδωνίαν, τους Λευΐτας· και μετ' αυτών Ελισαμά και Ιωράμ, τους ιερείς·
καὶ μετ’ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται καὶ μετ’ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖς
9 και εδίδασκον εν τω Ιούδα, έχοντες μεθ' εαυτών το βιβλίον του νόμου του Κυρίου, και περιήρχοντο εις πάσας τας πόλεις του Ιούδα και εδίδασκον τον λαόν.
καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ’ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν
10 Και επέπεσε φόβος Κυρίου επί πάσας τας βασιλείας των πέριξ του Ιούδα τόπων· και δεν επολέμουν εναντίον του Ιωσαφάτ.
καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ
11 Και από των Φιλισταίων έφερον δώρα προς τον Ιωσαφάτ και φόρον αργυρίου· οι Άραβες προσέτι έφερον προς αυτόν ποίμνια κριών επτά χιλιάδας επτακοσίους και τράγων επτά χιλιάδας επτακοσίους.
καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους
12 Και προεχώρει ο Ιωσαφάτ μεγαλυνόμενος σφόδρα· και ωκοδόμησεν εν Ιούδα φρούρια και πόλεις αποθηκών.
καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς
13 Και είχε πολλά έργα εν ταις πόλεσιν Ιούδα· και άνδρας πολεμιστάς, δυνατούς εν ισχύϊ, εν Ιερουσαλήμ.
καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ
14 Ούτοι δε είναι οι αριθμοί αυτών, κατά τους οίκους των πατριών αυτών· εκ του Ιούδα, χιλίαρχοι, Αδνά ο αρχηγός, και μετ' αυτού δυνατοί εν ισχύϊ τριακόσιαι χιλιάδες.
καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν τῷ Ιουδα χιλίαρχοι Εδνας ὁ ἄρχων καὶ μετ’ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες
15 Και μετά τούτον Ιωανάν ο αρχηγός, και μετ' αυτού διακόσιαι ογδοήκοντα χιλιάδες.
καὶ μετ’ αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ’ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες
16 Και μετά τούτον Αμασίας ο υιός του Ζιχρί, όστις προθύμως προσέφερεν εαυτόν εις τον Κύριον· και μετ' αυτού διακόσιαι χιλιάδες δυνατοί εν ισχύϊ.
καὶ μετ’ αὐτὸν Αμασιας ὁ τοῦ Ζαχρι ὁ προθυμούμενος τῷ κυρίῳ καὶ μετ’ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως
17 Εκ δε του Βενιαμίν, δυνατός εν ισχύϊ, Ελιαδά και μετ' αυτού τοξόται και ασπιδοφόροι διακόσιαι χιλιάδες.
καὶ ἐκ τοῦ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ’ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες
18 Και μετά τούτον Ιωζαβάδ, και μετ' αυτού εκατόν ογδοήκοντα χιλιάδες ώπλισμένοι εις πόλεμον.
καὶ μετ’ αὐτὸν Ιωζαβαδ καὶ μετ’ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου
19 Ούτοι ήσαν οι υπηρετούντες τον βασιλέα, εκτός των όσους έβαλεν ο βασιλεύς εις τας οχυράς πόλεις εν παντί τω Ιούδα.
οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ

< Παραλειπομένων Βʹ 17 >