< Κατα Λουκαν 21 >

1 αναβλεψασ δε ειδεν τουσ βαλλοντασ τα δωρα αυτων εισ το γαζοφυλακιον πλουσιουσ
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.
2 ειδεν δε τινα και χηραν πενιχραν βαλλουσαν εκει δυο λεπτα
εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο,
3 και ειπεν αληθωσ λεγω υμιν οτι η χηρα η πτωχη αυτη πλειον παντων εβαλεν
καὶ εἶπεν Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν·
4 απαντεσ γαρ ουτοι εκ του περισσευοντοσ αυτοισ εβαλον εισ τα δωρα του θεου αυτη δε εκ του υστερηματοσ αυτησ απαντα τον βιον ον ειχεν εβαλεν
πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
5 και τινων λεγοντων περι του ιερου οτι λιθοισ καλοισ και αναθημασιν κεκοσμηται ειπεν
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν
6 ταυτα α θεωρειτε ελευσονται ημεραι εν αισ ουκ αφεθησεται λιθοσ επι λιθω οσ ου καταλυθησεται
Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.
7 επηρωτησαν δε αυτον λεγοντεσ διδασκαλε ποτε ουν ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα γινεσθαι
ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
8 ο δε ειπεν βλεπετε μη πλανηθητε πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ οτι εγω ειμι και ο καιροσ ηγγικεν μη ουν πορευθητε οπισω αυτων
ὁ δὲ εἶπεν Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες Ἐγώ εἰμι, καί Ὁ καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
9 οταν δε ακουσητε πολεμουσ και ακαταστασιασ μη πτοηθητε δει γαρ ταυτα γενεσθαι πρωτον αλλ ουκ ευθεωσ το τελοσ
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
10 τοτε ελεγεν αυτοισ εγερθησεται εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν
Τότε ἔλεγεν αὐτοῖς Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
11 σεισμοι τε μεγαλοι κατα τοπουσ και λιμοι και λοιμοι εσονται φοβητρα τε και σημεια απ ουρανου μεγαλα εσται
σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λοιμοὶ καὶ λιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.
12 προ δε τουτων παντων επιβαλουσιν εφ υμασ τασ χειρασ αυτων και διωξουσιν παραδιδοντεσ εισ συναγωγασ και φυλακασ αγομενουσ επι βασιλεισ και ηγεμονασ ενεκεν του ονοματοσ μου
πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
13 αποβησεται δε υμιν εισ μαρτυριον
ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
14 θεσθε ουν εισ τασ καρδιασ υμων μη προμελεταν απολογηθηναι
θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·
15 εγω γαρ δωσω υμιν στομα και σοφιαν η ου δυνησονται αντειπειν ουδε αντιστηναι παντεσ οι αντικειμενοι υμιν
ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
16 παραδοθησεσθε δε και υπο γονεων και συγγενων και φιλων και αδελφων και θανατωσουσιν εξ υμων
παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
17 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
18 και θριξ εκ τησ κεφαλησ υμων ου μη αποληται
καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται·
19 εν τη υπομονη υμων κτησασθε τασ ψυχασ υμων
ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν.
20 οταν δε ιδητε κυκλουμενην υπο στρατοπεδων την ιερουσαλημ τοτε γνωτε οτι ηγγικεν η ερημωσισ αυτησ
Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
21 τοτε οι εν τη ιουδαια φευγετωσαν εισ τα ορη και οι εν μεσω αυτησ εκχωρειτωσαν και οι εν ταισ χωραισ μη εισερχεσθωσαν εισ αυτην
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
22 οτι ημεραι εκδικησεωσ αυται εισιν του πλησθηναι παντα τα γεγραμμενα
ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
23 ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ εσται γαρ αναγκη μεγαλη επι τησ γησ και οργη εν τω λαω τουτω
οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,
24 και πεσουνται στοματι μαχαιρασ και αιχμαλωτισθησονται εισ παντα τα εθνη και ιερουσαλημ εσται πατουμενη υπο εθνων αχρι πληρωθωσιν καιροι εθνων
καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
25 και εσται σημεια εν ηλιω και σεληνη και αστροισ και επι τησ γησ συνοχη εθνων εν απορια ηχουσησ θαλασσησ και σαλου
Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
26 αποψυχοντων ανθρωπων απο φοβου και προσδοκιασ των επερχομενων τη οικουμενη αι γαρ δυναμεισ των ουρανων σαλευθησονται
ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
27 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελη μετα δυναμεωσ και δοξησ πολλησ
καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
28 αρχομενων δε τουτων γινεσθαι ανακυψατε και επαρατε τασ κεφαλασ υμων διοτι εγγιζει η απολυτρωσισ υμων
ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
29 και ειπεν παραβολην αυτοισ ιδετε την συκην και παντα τα δενδρα
Καὶ εἶπεν παραβολὴν αὐτοῖς Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
30 οταν προβαλωσιν ηδη βλεποντεσ αφ εαυτων γινωσκετε οτι ηδη εγγυσ το θεροσ εστιν
ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
31 ουτωσ και υμεισ οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυσ εστιν η βασιλεια του θεου
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ.
32 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη εωσ αν παντα γενηται
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
33 ο ουρανοσ και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελθωσιν
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
34 προσεχετε δε εαυτοισ μηποτε βαρηθωσιν υμων αι καρδιαι εν κραιπαλη και μεθη και μεριμναισ βιωτικαισ και αιφνιδιοσ εφ υμασ επιστη η ημερα εκεινη
Προσέχετε δὲ ἑαυτοῖς μή ποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
35 ωσ παγισ γαρ επελευσεται επι παντασ τουσ καθημενουσ επι προσωπον πασησ τησ γησ
ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
36 αγρυπνειτε ουν εν παντι καιρω δεομενοι ινα καταξιωθητε εκφυγειν παντα τα μελλοντα γινεσθαι και σταθηναι εμπροσθεν του υιου του ανθρωπου
ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.
37 ην δε τασ ημερασ εν τω ιερω διδασκων τασ δε νυκτασ εξερχομενοσ ηυλιζετο εισ το οροσ το καλουμενον ελαιων
Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν.
38 και πασ ο λαοσ ωρθριζεν προσ αυτον εν τω ιερω ακουειν αυτου
καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

< Κατα Λουκαν 21 >