< Πραξεις 21 >

1 ωσ δε εγενετο αναχθηναι ημασ αποσπασθεντασ απ αυτων ευθυδρομησαντεσ ηλθομεν εισ την κων τη δε εξησ εισ την ροδον κακειθεν εισ παταρα
Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα·
2 και ευροντεσ πλοιον διαπερων εισ φοινικην επιβαντεσ ανηχθημεν
καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν.
3 αναφανεντεσ δε την κυπρον και καταλιποντεσ αυτην ευωνυμον επλεομεν εισ συριαν και κατηχθημεν εισ τυρον εκεισε γαρ ην το πλοιον αποφορτιζομενον τον γομον
Ἀναφάναντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ κατήχθημεν εἰς Τύρον· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον ἀποφορτιζόμενον τὸν γόμον.
4 και ανευροντεσ μαθητασ επεμειναμεν αυτου ημερασ επτα οιτινεσ τω παυλω ελεγον δια του πνευματοσ μη αναβαινειν εισ ιερουσαλημ
Καὶ ἀνευρόντες τοὺς μαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος, μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ.
5 οτε δε εγενετο ημασ εξαρτισαι τασ ημερασ εξελθοντεσ επορευομεθα προπεμποντων ημασ παντων συν γυναιξιν και τεκνοισ εωσ εξω τησ πολεωσ και θεντεσ τα γονατα επι τον αιγιαλον προσηυξαμεθα
Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα.
6 και ασπασαμενοι αλληλουσ επεβημεν εισ το πλοιον εκεινοι δε υπεστρεψαν εισ τα ιδια
Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐπέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
7 ημεισ δε τον πλουν διανυσαντεσ απο τυρου κατηντησαμεν εισ πτολεμαιδα και ασπασαμενοι τουσ αδελφουσ εμειναμεν ημεραν μιαν παρ αυτοισ
Ἡμεῖς δέ, τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς.
8 τη δε επαυριον εξελθοντεσ οι περι τον παυλον ηλθον εισ καισαρειαν και εισελθοντεσ εισ τον οικον φιλιππου του ευαγγελιστου οντοσ εκ των επτα εμειναμεν παρ αυτω
Τῇ δὲ ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, τοῦ ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ.
9 τουτω δε ησαν θυγατερεσ παρθενοι τεσσαρεσ προφητευουσαι
Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι.
10 επιμενοντων δε ημων ημερασ πλειουσ κατηλθεν τισ απο τησ ιουδαιασ προφητησ ονοματι αγαβοσ
Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους, κατῆλθέ τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος.
11 και ελθων προσ ημασ και αρασ την ζωνην του παυλου δησασ τε αυτου τουσ ποδασ και τασ χειρασ ειπεν ταδε λεγει το πνευμα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτωσ δησουσιν εν ιερουσαλημ οι ιουδαιοι και παραδωσουσιν εισ χειρασ εθνων
Καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας εἶπε, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
12 ωσ δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημεισ τε και οι εντοπιοι του μη αναβαινειν αυτον εισ ιερουσαλημ
Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.
13 απεκριθη τε ο παυλοσ τι ποιειτε κλαιοντεσ και συνθρυπτοντεσ μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εισ ιερουσαλημ ετοιμωσ εχω υπερ του ονοματοσ του κυριου ιησου
Ἀπεκρίθη δὲ ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.
14 μη πειθομενου δε αυτου ησυχασαμεν ειποντεσ το θελημα του κυριου γενεσθω
Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω.
15 μετα δε τασ ημερασ ταυτασ επισκευασαμενοι ανεβαινομεν εισ ιερουσαλημ
Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀποσκευασάμενοι ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ.
16 συνηλθον δε και των μαθητων απο καισαρειασ συν ημιν αγοντεσ παρ ω ξενισθωμεν μνασωνι τινι κυπριω αρχαιω μαθητη
Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾿ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
17 γενομενων δε ημων εισ ιεροσολυμα ασμενωσ εδεξαντο ημασ οι αδελφοι
Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
18 τη δε επιουση εισηει ο παυλοσ συν ημιν προσ ιακωβον παντεσ τε παρεγενοντο οι πρεσβυτεροι
Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
19 και ασπασαμενοσ αυτουσ εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θεοσ εν τοισ εθνεσιν δια τησ διακονιασ αυτου
Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
20 οι δε ακουσαντεσ εδοξαζον τον κυριον ειποντεσ αυτω θεωρεισ αδελφε ποσαι μυριαδεσ εισιν ιουδαιων των πεπιστευκοτων και παντεσ ζηλωται του νομου υπαρχουσιν
Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Κύριον, εἶπόν τε αὐτῷ, Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι·
21 κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεισ απο μωυσεωσ τουσ κατα τα εθνη παντασ ιουδαιουσ λεγων μη περιτεμνειν αυτουσ τα τεκνα μηδε τοισ εθεσιν περιπατειν
κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν.
22 τι ουν εστιν παντωσ δει πληθοσ συνελθειν ακουσονται γαρ οτι εληλυθασ
Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ ὅτι ἐλήλυθας.
23 τουτο ουν ποιησον ο σοι λεγομεν εισιν ημιν ανδρεσ τεσσαρεσ ευχην εχοντεσ εφ εαυτων
Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν·
24 τουτουσ παραλαβων αγνισθητι συν αυτοισ και δαπανησον επ αυτοισ ινα ξυρησωνται την κεφαλην και γνωσιν παντεσ οτι ων κατηχηνται περι σου ουδεν εστιν αλλα στοιχεισ και αυτοσ τον νομον φυλασσων
τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾿ αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλήν, καὶ γνῶσι πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων.
25 περι δε των πεπιστευκοτων εθνων ημεισ επεστειλαμεν κριναντεσ μηδεν τοιουτον τηρειν αυτουσ ει μη φυλασσεσθαι αυτουσ το τε ειδωλοθυτον και το αιμα και πνικτον και πορνειαν
Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
26 τοτε ο παυλοσ παραλαβων τουσ ανδρασ τη εχομενη ημερα συν αυτοισ αγνισθεισ εισηει εισ το ιερον διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου εωσ ου προσηνεχθη υπερ ενοσ εκαστου αυτων η προσφορα
Τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
27 ωσ δε εμελλον αι επτα ημεραι συντελεισθαι οι απο τησ ασιασ ιουδαιοι θεασαμενοι αυτον εν τω ιερω συνεχεον παντα τον οχλον και επεβαλον τασ χειρασ επ αυτον
Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον τὰς χεῖρας ἐπ᾿ αὐτόν,
28 κραζοντεσ ανδρεσ ισραηλιται βοηθειτε ουτοσ εστιν ο ανθρωποσ ο κατα του λαου και του νομου και του τοπου τουτου παντασ πανταχου διδασκων ετι τε και ελληνασ εισηγαγεν εισ το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτον
κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερόν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον.
29 ησαν γαρ εωρακοτεσ τροφιμον τον εφεσιον εν τη πολει συν αυτω ον ενομιζον οτι εισ το ιερον εισηγαγεν ο παυλοσ
Ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
30 εκινηθη τε η πολισ ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του ιερου και ευθεωσ εκλεισθησαν αι θυραι
Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
31 ζητουντων δε αυτον αποκτειναι ανεβη φασισ τω χιλιαρχω τησ σπειρησ οτι ολη συγκεχυται ιερουσαλημ
Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ·
32 οσ εξαυτησ παραλαβων στρατιωτασ και εκατονταρχουσ κατεδραμεν επ αυτουσ οι δε ιδοντεσ τον χιλιαρχον και τουσ στρατιωτασ επαυσαντο τυπτοντεσ τον παυλον
ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ᾿ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
33 εγγισασ δε ο χιλιαρχοσ επελαβετο αυτου και εκελευσεν δεθηναι αλυσεσιν δυσιν και επυνθανετο τισ αν ειη και τι εστιν πεποιηκωσ
Τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο τίς ἂν εἴη, καὶ τί ἐστι πεποιηκώς.
34 αλλοι δε αλλο τι εβοων εν τω οχλω μη δυναμενοσ δε γνωναι το ασφαλεσ δια τον θορυβον εκελευσεν αγεσθαι αυτον εισ την παρεμβολην
Ἄλλοι δὲ ἄλλο τι ἐβόων ἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
35 οτε δε εγενετο επι τουσ αναβαθμουσ συνεβη βασταζεσθαι αυτον υπο των στρατιωτων δια την βιαν του οχλου
Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου.
36 ηκολουθει γαρ το πληθοσ του λαου κραζον αιρε αυτον
Ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κρᾶζον, Αἶρε αὐτόν.
37 μελλων τε εισαγεσθαι εισ την παρεμβολην ο παυλοσ λεγει τω χιλιαρχω ει εξεστιν μοι ειπειν προσ σε ο δε εφη ελληνιστι γινωσκεισ
Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστί μοι εἰπεῖν τι πρός σε; Ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις;
38 ουκ αρα συ ει ο αιγυπτιοσ ο προ τουτων των ημερων αναστατωσασ και εξαγαγων εισ την ερημον τουσ τετρακισχιλιουσ ανδρασ των σικαριων
Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
39 ειπεν δε ο παυλοσ εγω ανθρωποσ μεν ειμι ιουδαιοσ ταρσευσ τησ κιλικιασ ουκ ασημου πολεωσ πολιτησ δεομαι δε σου επιτρεψον μοι λαλησαι προσ τον λαον
Εἶπε δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
40 επιτρεψαντοσ δε αυτου ο παυλοσ εστωσ επι των αναβαθμων κατεσεισεν τη χειρι τω λαω πολλησ δε σιγησ γενομενησ προσεφωνει τη εβραιδι διαλεκτω λεγων
Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,

< Πραξεις 21 >