< Πραξεις 20 >

1 μετα δε το παυσασθαι τον θορυβον προσκαλεσαμενοσ ο παυλοσ τουσ μαθητασ και ασπασαμενοσ εξηλθεν πορευθηναι εισ την μακεδονιαν
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον μεταπεμ ψάμενος ὁ Παῦλος τοὺς μαθητὰς καὶ παρακαλέσας ἀσπασάμενος ἐξῆλθεν πορεύεσθαι εἰς Μακεδονίαν.
2 διελθων δε τα μερη εκεινα και παρακαλεσασ αυτουσ λογω πολλω ηλθεν εισ την ελλαδα
Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα·
3 ποιησασ τε μηνασ τρεισ γενομενησ αυτω επιβουλησ υπο των ιουδαιων μελλοντι αναγεσθαι εισ την συριαν εγενετο γνωμη του υποστρεφειν δια μακεδονιασ
ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμης τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
4 συνειπετο δε αυτω αχρι τησ ασιασ σωπατροσ βεροιαιοσ θεσσαλονικεων δε αρισταρχοσ και σεκουνδοσ και γαιοσ δερβαιοσ και τιμοθεοσ ασιανοι δε τυχικοσ και τροφιμοσ
συνείπετο δὲ αὐτῷ [ἄχρι τῆς Ἀσίας] Σώπατρος Πύῤῥου Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος· Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος,
5 ουτοι προσελθοντεσ εμενον ημασ εν τρωαδι
οὗτοι δὲ προσελθόντες ἔμενον ἡμᾶς ἐν Τρωάδι·
6 ημεισ δε εξεπλευσαμεν μετα τασ ημερασ των αζυμων απο φιλιππων και ηλθομεν προσ αυτουσ εισ την τρωαδα αχρι ημερων πεντε ου διετριψαμεν ημερασ επτα
ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρι ἡμερῶν πέντε, οὗ διετρίψαμεν ἡμέρας ἑπτά.
7 εν δε τη μια των σαββατων συνηγμενων των μαθητων κλασαι αρτον ο παυλοσ διελεγετο αυτοισ μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου
ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου·
8 ησαν δε λαμπαδεσ ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι
ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι.
9 καθημενοσ δε τισ νεανιασ ονοματι ευτυχοσ επι τησ θυριδοσ καταφερομενοσ υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεισ απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκροσ
καθεζόμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός.
10 καταβασ δε ο παυλοσ επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν
καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
11 αναβασ δε και κλασασ αρτον και γευσαμενοσ εφ ικανον τε ομιλησασ αχρι αυγησ ουτωσ εξηλθεν
ἀναβὰς δὲ καὶ κλάσας τὸν ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
12 ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριωσ
ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13 ημεισ δε προσελθοντεσ επι το πλοιον ανηχθημεν εισ την ασσον εκειθεν μελλοντεσ αναλαμβανειν τον παυλον ουτωσ γαρ ην διατεταγμενοσ μελλων αυτοσ πεζευειν
Ἡμεῖς δὲ προελθόντες ἐπὶ τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ διατεταγμένος ἦν, μέλλων αὐτὸς πεζεύειν.
14 ωσ δε συνεβαλεν ημιν εισ την ασσον αναλαβοντεσ αυτον ηλθομεν εισ μιτυληνην
ὡς δὲ συνέβαλλεν ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην·
15 κακειθεν αποπλευσαντεσ τη επιουση κατηντησαμεν αντικρυ χιου τη δε ετερα παρεβαλομεν εισ σαμον και μειναντεσ εν τρωγυλλιω τη εχομενη ηλθομεν εισ μιλητον
κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ἄντικρυς Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, τῇ δὲ ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
16 εκρινεν γαρ ο παυλοσ παραπλευσαι την εφεσον οπωσ μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ην αυτω την ημεραν τησ πεντηκοστησ γενεσθαι εισ ιεροσολυμα
κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτρι βῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γάρ, εἰ δυνατὸν εἴη αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17 απο δε τησ μιλητου πεμψασ εισ εφεσον μετεκαλεσατο τουσ πρεσβυτερουσ τησ εκκλησιασ
ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18 ωσ δε παρεγενοντο προσ αυτον ειπεν αυτοισ υμεισ επιστασθε απο πρωτησ ημερασ αφ ησ επεβην εισ την ασιαν πωσ μεθ υμων τον παντα χρονον εγενομην
ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς, Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
19 δουλευων τω κυριω μετα πασησ ταπεινοφροσυνησ και πολλων δακρυων και πειρασμων των συμβαντων μοι εν ταισ επιβουλαισ των ιουδαιων
δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
20 ωσ ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμασ δημοσια και κατ οικουσ
ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους,
21 διαμαρτυρομενοσ ιουδαιοισ τε και ελλησιν την εισ τον θεον μετανοιαν και πιστιν την εισ τον κυριον ημων ιησουν
διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς θεὸν μετάνοιαν, καὶ πίστιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν [χριστόν].
22 και νυν ιδου εγω δεδεμενοσ τω πνευματι πορευομαι εισ ιερουσαλημ τα εν αυτη συναντησοντα μοι μη ειδωσ
καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
23 πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται λεγον οτι δεσμα με και θλιψεισ μενουσιν
πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
24 αλλ ουδενοσ λογον ποιουμαι ουδε εχω την ψυχην μου τιμιαν εμαυτω ωσ τελειωσαι τον δρομον μου μετα χαρασ και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον τησ χαριτοσ του θεου
ἀλλ᾽ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειώσω τὸν δρόμον μου καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
25 και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεισ παντεσ εν οισ διηλθον κηρυσσων την βασιλειαν του θεου
καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν.
26 διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαροσ εγω απο του αιματοσ παντων
διὸ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων·
27 ου γαρ υπεστειλαμην του μη αναγγειλαι υμιν πασαν την βουλην του θεου
οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν.
28 προσεχετε ουν εαυτοισ και παντι τω ποιμνιω εν ω υμασ το πνευμα το αγιον εθετο επισκοπουσ ποιμαινειν την εκκλησιαν του κυριου και θεου ην περιεποιησατο δια του ιδιου αιματοσ
προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
29 εγω γαρ οιδα τουτο οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεισ εισ υμασ μη φειδομενοι του ποιμνιου
ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου,
30 και εξ υμων αυτων αναστησονται ανδρεσ λαλουντεσ διεστραμμενα του αποσπαν τουσ μαθητασ οπισω αυτων
καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν.
31 διο γρηγορειτε μνημονευοντεσ οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον
διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριε τίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
32 και τα νυν παρατιθεμαι υμασ αδελφοι τω θεω και τω λογω τησ χαριτοσ αυτου τω δυναμενω εποικοδομησαι και δουναι υμιν κληρονομιαν εν τοισ ηγιασμενοισ πασιν
καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
33 αργυριου η χρυσιου η ιματισμου ουδενοσ επεθυμησα
ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
34 αυτοι γινωσκετε οτι ταισ χρειαισ μου και τοισ ουσιν μετ εμου υπηρετησαν αι χειρεσ αυται
αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
35 παντα υπεδειξα υμιν οτι ουτωσ κοπιωντασ δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτοσ ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν
πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
36 και ταυτα ειπων θεισ τα γονατα αυτου συν πασιν αυτοισ προσηυξατο
Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
37 ικανοσ δε εγενετο κλαυθμοσ παντων και επιπεσοντεσ επι τον τραχηλον του παυλου κατεφιλουν αυτον
ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτόν,
38 οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εισ το πλοιον
ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

< Πραξεις 20 >