< Ψαλμοί 128 >

1 ᾠδὴ τῶν ἀναβαθμῶν μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ
A Song of Ascents. Blessed is everyone who fears Yahweh, who walks in his ways.
2 τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι μακάριος εἶ καὶ καλῶς σοι ἔσται
For you will eat the labor of your hands. You will be happy, and it will be well with you.
3 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου
Your wife will be as a fruitful vine in the innermost parts of your house, your children like olive shoots around your table.
4 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον
Behold, this is how the man who fears Yahweh is blessed.
5 εὐλογήσαι σε κύριος ἐκ Σιων καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου
May Yahweh bless you out of Zion, and may you see the good of Jerusalem all the days of your life.
6 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου εἰρήνη ἐπὶ τὸν Ισραηλ
Yes, may you see your children’s children. Peace be upon Israel.

< Ψαλμοί 128 >