< Ἔσδρας Βʹ 12 >

1 καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ Σαραια Ιερμια Εσδρα
Now these are the priests and the Levites, that went up with Zorobabel the son of Salathiel, and Josue: Saraia, Jeremias, Esdras,
2 Αμαρια Μαλουχ
Amaria, Melluch, Hattus,
3 Σεχενια
Sebenias, Rheum, Merimuth,
4
Addo, Genthon, Abia,
5
Miamin, Madia, Belga,
6
Semeia, and Joiarib, Idaia, Sellum, Amoc, Helcias,
7 οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ
Idaia. These were the chief of the priests, and of their brethren in the days of Josue.
8 καὶ οἱ Λευῖται Ιησου Βανουι Καδμιηλ Σαραβια Ιουδα Μαχανια ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ
And the Levites, Jesua, Bennui, Cedmihel, Sarebia, Juda, Mathanias, they and their brethren were over the hymns:
9 εἰς τὰς ἐφημερίας
And Becbecia, and Hanni, and their brethren every one in his office.
10 καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ καὶ Ελιασιβ τὸν Ιωδαε
And Josue beget Joacim, and Joacim beget Eliasib, and Eliasib beget Joiada,
11 καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου
And Joiada beget Jonathan, and Jonathan beget Jeddoa.
12 καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῷ Σαραια Μαραια τῷ Ιερμια Ανανια
And in the days of Joacim the priests and heads of the families were: Of Saraia, Maraia: of Jeremias, Hanania:
13 τῷ Εσδρα Μεσουλαμ τῷ Αμαρια Ιωαναν
Of Esdras, Mosollam: and of Amaria, Johanan:
14 τῷ Μαλουχ Ιωναθαν τῷ Σεχενια Ιωσηφ
Of Milicho, Jonathan: of Sebenia, Joseph:
15 τῷ Αρεμ Αδνας τῷ Μαριωθ Ελκαι
Of Haram, Edna: of Maraioth, Helci:
16 τῷ Αδδαι Ζαχαριας τῷ Γαναθων Μοσολλαμ
Of Adaia, Zacharia: of Genthon, Mosollam:
17 τῷ Αβια Ζεχρι τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι
Of Abia, Zechri: of Miamin and Moadia, Phelti:
18 τῷ Βαλγα Σαμουε τῷ Σεμεια Ιωναθαν
Of Belga, Sammua of Semaia, Jonathan:
19 τῷ Ιωιαριβ Μαθθαναι τῷ Ιδια Οζι
Of Joiarib, Mathanai: of Jodaia, Azzi:
20 τῷ Σαλλαι Καλλαι τῷ Αμουκ Αβεδ
Of Sellai, Celai: of Amoc, Heber:
21 τῷ Ελκια Ασαβιας τῷ Ιεδεϊου Ναθαναηλ
Of Helcias, Hasebia: of Idaia, Nathanael.
22 οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου
The Levites the chiefs of the families in the days of Eliasib, and Joiada, and Johanan, and Jeddoa, were recorded, and the priests in the reign of Darius the Persian.
23 υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ
The sons of Levi, heads of the families were written in the book of Chronicles, even unto the days of Jonathan the son of Eliasib.
24 καὶ ἄρχοντες τῶν Λευιτῶν Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν
Now the chief of the Levites were Hasebia, Serebia, and Josue the son of Cedmihel: and their brethren by their courses, to praise and to give thanks according to the commandment of David the man of God, and to wait equally in order.
25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς
Mathania, and Becbecia, Obedia, and Mosollam, Telmon, Accub, were keepers of the gates and of the entrances before the gates.
26 ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς
These were in the days of Joacim the son of Josue, the son of Josedec, and in the days of Nehemias the governor, and of Esdras the priest and scribe.
27 καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι
And at the dedication of the wall of Jerusalem they sought the Levites out of all their places, to bring them to Jerusalem, and to keep the dedication, and to rejoice with thanksgiving, and with singing, and with cymbals, and psalteries and harps.
28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων
And the sons of the singing men were gathered together out of the plain country about Jerusalem, and out of the villages of Nethuphati,
29 καὶ ἀπὸ ἀγρῶν ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιερουσαλημ
And from the house of Galgal, and from the countries of Geba and Azmaveth: for the singing men had built themselves villages round about Jerusalem.
30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος
And the priests and the Levites purified, and they purified the people, and the gates, and the wall.
31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας
And I made the princes of Juda go up upon the wall, and I appointed two great choirs to give praise. And they went on the right hand upon the wall toward the dunghill gate.
32 καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα
And after them went Osaias, and half of the princes of Juda,
33 καὶ Αζαριας Εσδρας καὶ Μεσουλαμ
And Azarias, Esdras, and Mosollam,
34 Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια
Judas, and Benjamin, and Semeia, and Jeremias.
35 καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ
And of the sons of the priests with trumpets, Zacharias the son of Jonathan. the son of Semeia, the son of Mathania; the son of Michaia, the son of Zechur, the son of Asaph,
36 καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν
And his brethren Semeia, and Azareel Malalai, Galalai, Maai, Nathanael, and Judas, and Hanani, with the musical instruments of David the man of God: and Esdras the scribe before them at the fountain gate.
37 ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς
And they went up over against them by the stairs of the city of David, at the going up of the wall of the house of David, and to the water gate eastward:
38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς καὶ ἐγὼ ὀπίσω αὐτῆς καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος
And the second choir of them that gave thanks went on the opposite side, and I after them, and the half of the people upon the wall, and upon the tower of the furnaces, even to the broad wall,
39 καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς
And above the gate of Ephraim, and above the old gate, and above the fish gate and the tower of Hananeel, and the tower of Emath, and even to the flock gate: and they stood still in the watch gate.
40 καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ
And the two choirs of them that gave praise stood still at the house of God, and I and the half of the magistrates with me.
41 καὶ οἱ ἱερεῖς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν
And the priests, Eliachim, Maasia, Miamin, Michea, Elioenai, Zacharia, Hanania with trumpets,
42 καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν
And Maasia, and Semeia, and Eleazar, and Azzi, and Johanan, and Melchia, and Elam, and Ezer. And the singers sung loud, and Jezraia was their overseer:
43 καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν
And they sacrificed on that day great sacrifices, and they rejoiced: for God had made them joyful with great joy: their wives also and their children rejoiced, and the joy of Jerusalem was heard afar off.
44 καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας
They appointed also in that day men over the storehouses of the treasure, for the libations, and for the firstfruits, and for the tithes, that the rulers of the city might bring them in by them in honour of thanksgiving, for the priests and Levites: for Juda was joyful in the priests and Levites that assisted.
45 καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ
And they kept the watch of their God, and the observance of expiation, and the singing men, and the porters, according to the commandment of David, and of Solomon his son.
46 ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ’ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ
For in the days of David and Asaph from the beginning there were chief singers appointed, to praise with canticles, and give thanks to God.
47 καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ καὶ ἁγιάζοντες τοῖς Λευίταις καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααρων
And all Israel, in the days of Zorobabel, and in the days of Nehemias gave portions to the singing men, and to the porters, day by day, and they sanctified the Levites, and the Levites sanctified the sons of Aaron.

< Ἔσδρας Βʹ 12 >