< Ἰησοῦς Nαυῆ 16 >

1 καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ιωσηφ ἀπὸ τοῦ Ιορδάνου τοῦ κατὰ Ιεριχω ἀπ’ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα
ויצא הגורל לבני יוסף מירדן יריחו למי יריחו מזרחה המדבר עלה מיריחו בהר--בית אל
2 καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθι
ויצא מבית אל לוזה ועבר אל גבול הארכי עטרות
3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τῶν ὁρίων Βαιθωρων τὴν κάτω καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν
וירד ימה אל גבול היפלטי עד גבול בית חורן תחתון--ועד גזר והיו תצאתו ימה
4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ Εφραιμ καὶ Μανασση
וינחלו בני יוסף מנשה ואפרים
5 καὶ ἐγενήθη ὅρια υἱῶν Εφραιμ κατὰ δήμους αὐτῶν καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα
ויהי גבול בני אפרים למשפחתם ויהי גבול נחלתם מזרחה עטרות אדר עד בית חורן עליון
6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρᾶ Θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ’ ἀνατολῶν εἰς Ιανωκα
ויצא הגבול הימה המכמתת מצפון ונסב הגבול מזרחה תאנת שלה ועבר אותו ממזרח ינוחה
7 καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλεῖ ἐπὶ τὸν Ιορδάνην
וירד מינוחה עטרות ונערתה ופגע ביריחו ויצא הירדן
8 καὶ ἀπὸ Ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν αὕτη ἡ κληρονομία φυλῆς Εφραιμ κατὰ δήμους αὐτῶν
מתפוח ילך הגבול ימה נחל קנה והיו תצאתיו הימה זאת נחלת מטה בני אפרים--למשפחתם
9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Εφραιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασση πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
והערים המבדלות לבני אפרים בתוך נחלת בני מנשה--כל הערים וחצריהן
10 καὶ οὐκ ἀπώλεσεν Εφραιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Εφραιμ ἕως τῆς ἡμέρας ταύτης ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζερ ἐξεκέντησαν καὶ ἔδωκεν αὐτὴν Φαραω ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ
ולא הורישו את הכנעני היושב בגזר וישב הכנעני בקרב אפרים עד היום הזה ויהי למס עבד

< Ἰησοῦς Nαυῆ 16 >