< Ἰώβ 28 >

1 ἔστιν γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται τόπος δὲ χρυσίῳ ὅθεν διηθεῖται
“Surely there is a mine for silver, and a place for gold which they refine.
2 σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται
Iron is taken out of the earth, and copper is smelted out of the ore.
3 τάξιν ἔθετο σκότει καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται λίθος σκοτία καὶ σκιὰ θανάτου
Man sets an end to darkness, and searches out, to the furthest bound, the stones of obscurity and of thick darkness.
4 διακοπὴ χειμάρρου ἀπὸ κονίας οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν
He breaks open a shaft away from where people live. They are forgotten by the foot. They hang far from men, they swing back and forth.
5 γῆ ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ
As for the earth, out of it comes bread. Underneath it is turned up as it were by fire.
6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς καὶ χῶμα χρυσίον αὐτῷ
Sapphires come from its rocks. It has dust of gold.
7 τρίβος οὐκ ἔγνω αὐτὴν πετεινόν καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός
That path no bird of prey knows, neither has the falcon’s eye seen it.
8 οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων οὐ παρῆλθεν ἐπ’ αὐτῆς λέων
The proud animals have not trodden it, nor has the fierce lion passed by there.
9 ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη
He puts his hand on the flinty rock, and he overturns the mountains by the roots.
10 δίνας δὲ ποταμῶν ἔρρηξεν πᾶν δὲ ἔντιμον εἶδέν μου ὁ ὀφθαλμός
He cuts out channels among the rocks. His eye sees every precious thing.
11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς
He binds the streams that they don’t trickle. The thing that is hidden he brings out to light.
12 ἡ δὲ σοφία πόθεν εὑρέθη ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης
“But where will wisdom be found? Where is the place of understanding?
13 οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις
Man doesn’t know its price, and it isn’t found in the land of the living.
14 ἄβυσσος εἶπεν οὐκ ἔστιν ἐν ἐμοί καὶ θάλασσα εἶπεν οὐκ ἔστιν μετ’ ἐμοῦ
The deep says, ‘It isn’t in me.’ The sea says, ‘It isn’t with me.’
15 οὐ δώσει συγκλεισμὸν ἀντ’ αὐτῆς καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς
It can’t be gotten for gold, neither will silver be weighed for its price.
16 καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ
It can’t be valued with the gold of Ophir, with the precious onyx, or the sapphire.
17 οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ
Gold and glass can’t equal it, neither will it be exchanged for jewels of fine gold.
18 μετέωρα καὶ γαβις οὐ μνησθήσεται καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα
No mention will be made of coral or of crystal. Yes, the price of wisdom is above rubies.
19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται
The topaz of Ethiopia will not equal it. It won’t be valued with pure gold.
20 ἡ δὲ σοφία πόθεν εὑρέθη ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως
Where then does wisdom come from? Where is the place of understanding?
21 λέληθεν πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη
Seeing it is hidden from the eyes of all living, and kept close from the birds of the sky.
22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος
Destruction and Death say, ‘We have heard a rumor of it with our ears.’
23 ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς
“God understands its way, and he knows its place.
24 αὐτὸς γὰρ τὴν ὑπ’ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα ἃ ἐποίησεν
For he looks to the ends of the earth, and sees under the whole sky.
25 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα
He establishes the force of the wind. Yes, he measures out the waters by measure.
26 ὅτε ἐποίησεν οὕτως ὑετὸν ἠρίθμησεν καὶ ὁδὸν ἐν τινάγματι φωνάς
When he made a decree for the rain, and a way for the lightning of the thunder,
27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν ἑτοιμάσας ἐξιχνίασεν
then he saw it, and declared it. He established it, yes, and searched it out.
28 εἶπεν δὲ ἀνθρώπῳ ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη
To man he said, ‘Behold, the fear of the Lord, that is wisdom. To depart from evil is understanding.’”

< Ἰώβ 28 >