< Ἠσαΐας 18 >

1 οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας
Woe to the land, the winged cymbal, which is beyond the rivers of Ethiopia,
2 ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν τίς αὐτοῦ ἐπέκεινα ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον νῦν οἱ ποταμοὶ τῆς γῆς
That sendeth ambassadors by the sea, and in vessels of bulrushes upon the waters. Go, ye swift angels, to a nation rent and torn in pieces: to a terrible people, after which there is no other: to a nation expecting and trodden under foot, whose land the rivers have spoiled.
3 πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται
All ye inhabitants of the world, who dwell on the earth, when the sign shall be lifted up on the mountains, you shall see, and you shall hear the sound of the trumpet.
4 ὅτι οὕτως εἶπέν μοι κύριος ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται
For thus saith the Lord to me: I will take my rest, and consider in my place, as the noon light is clear, and as a cloud of dew in the day of harvest.
5 πρὸ τοῦ θερισμοῦ ὅταν συντελεσθῇ ἄνθος καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελεῖ καὶ κατακόψει
For before the harvest it was all flourishing, and it shall bud without perfect ripeness, and the sprigs thereof shall be cut off with pruning hooks: and what is left shall be cut away and shaken out.
6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ συναχθήσεται ἐπ’ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ’ αὐτὸν ἥξει
And they shall be left together to the birds of the mountains, and the beasts of the earth: and the fowls shall be upon them all the summer, and all the beasts of the earth shall winter upon them.
7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα κυρίῳ σαβαωθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον ἔθνος ἐλπίζον καὶ καταπεπατημένον ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ εἰς τὸν τόπον οὗ τὸ ὄνομα κυρίου σαβαωθ ἐπεκλήθη ὄρος Σιων
At that time shall a present be brought to the Lord of hosts, from a people rent and torn in pieces: from a terrible people, after which there hath been no other: from a nation expecting, expecting and trodden under foot, whose land the rivers have spoiled, to the place of the name of the Lord of hosts, to mount Sion.

< Ἠσαΐας 18 >