< Ἠσαΐας 14 >

1 καὶ ἐλεήσει κύριος τὸν Ιακωβ καὶ ἐκλέξεται ἔτι τὸν Ισραηλ καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ιακωβ
And the Lord will have mercy on Jacob, and will yet choose Israel, and they shall rest on their land: and the stranger shall be added to them, yea, shall be added to the house of Jacob.
2 καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν καὶ κατακληρονομήσουσιν καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ θεοῦ εἰς δούλους καὶ δούλας καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν
And the Gentiles shall take them, and bring them into their place: and they shall inherit them, and they shall be multiplied upon the land for servants and handmaidens: and they that took them captives shall become captives [to them]; and they that had lordship over them shall be under [their] rule.
3 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε ὁ θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς
And it shall come to pass in that day, [that] the Lord shall give thee rest from thy sorrow and vexation, [and from] thy hard servitude wherein thou didst serve them.
4 καὶ λήμψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής
And thou shalt take up this lamentation against the king of Babylon, How has the extortioner ceased, and the taskmaster ceased!
5 συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν τὸν ζυγὸν τῶν ἀρχόντων
The Lord has broken the yoke of sinners, the yoke of princes.
6 πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ παίων ἔθνος πληγὴν θυμοῦ ἣ οὐκ ἐφείσατο
Having smitten a nation in wrath, with an incurable plague, smiting a nation with a wrathful plague, which spared [them] not, he rested in quiet.
7 ἀνεπαύσατο πεποιθώς πᾶσα ἡ γῆ βοᾷ μετ’ εὐφροσύνης
All the earth cries aloud with joy:
8 καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου ἀφ’ οὗ σὺ κεκοίμησαι οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς
the trees also of Libanus rejoice against thee, and the cedar of Libanus, [saying], From the time that thou hast been laid low, no one has come up to cut us down.
9 ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν (Sheol h7585)
Hell from beneath is provoked to meet thee: all the great ones that have ruled over the earth have risen up together against thee, they that have raised up from their thrones all the kings of the nations. (Sheol h7585)
10 πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς ἐν ἡμῖν δὲ κατελογίσθης
All shall answer and say to thee, Thou also hast been taken, even as we; and thou art numbered amongst us.
11 κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου ἡ πολλή σου εὐφροσύνη ὑποκάτω σου στρώσουσιν σῆψιν καὶ τὸ κατακάλυμμά σου σκώληξ (Sheol h7585)
Thy glory has come down to Hades, and thy great mirth: under thee they shall spread corruption, and the worm shall be thy covering. (Sheol h7585)
12 πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη
How has Lucifer, that rose in the morning, fallen from heaven! He that sent [orders] to all the nations is crushed to the earth.
13 σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου εἰς τὸν οὐρανὸν ἀναβήσομαι ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν
But thou saidst in thine heart, I will go up to heaven, I will set my throne above the stars of heaven: I will sit on a lofty mount, on the lofty mountains toward the north:
14 ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν ἔσομαι ὅμοιος τῷ ὑψίστῳ
I will go up above the clouds: I will be like the Most High.
15 νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς (Sheol h7585)
But now thou shalt go down to hell, even to the foundations of the earth. (Sheol h7585)
16 οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν σείων βασιλεῖς
They that see thee shall wonder at thee, and say, This is the man that troubled the earth, that made kings to shake;
17 ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις καθεῖλεν τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν
that made the whole world desolate, and destroyed its cities; he loosed not those who were in captivity.
18 πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ
All the kings of the nations lie in honour, [every] man in his house.
19 σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν
But thou shalt be cast forth on the mountains, as a loathed carcase, with many dead who have been pierced with swords, going down to the grave.
20 οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον σπέρμα πονηρόν
As a garment defiled with blood shall not be pure, so neither shalt thou be pure; because thou hast destroyed my land, and hast slain my people: thou shalt not endure for ever, —[thou] an evil seed.
21 ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων
Prepare thy children to be slain for the sins of their father; that they arise not, and inherit the earth, nor fill the earth with wars.
22 καὶ ἐπαναστήσομαι αὐτοῖς λέγει κύριος σαβαωθ καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα τάδε λέγει κύριος
And I will rise up against them, saith the Lord of hosts, and I will destroy their name, and remnant, and seed: thus saith the Lord.
23 καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους καὶ ἔσται εἰς οὐδέν καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν
And I will make the region of Babylon desert, so that hedgehogs shall dwell [there], and it shall come to nothing: and I will make it a pit of clay for destruction.
24 τάδε λέγει κύριος σαβαωθ ὃν τρόπον εἴρηκα οὕτως ἔσται καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ
Thus saith the Lord of hosts, As I have said, so it shall be: and as I have purposed, so [the matter] shall remain:
25 τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου καὶ ἔσονται εἰς καταπάτημα καὶ ἀφαιρεθήσεται ἀπ’ αὐτῶν ὁ ζυγὸς αὐτῶν καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται
[even] to destroy the Assyrians upon my land, and upon my mountains: and they shall be for trampling; and their yoke shall be taken away from them, and their glory shall be taken away from their shoulders.
26 αὕτη ἡ βουλή ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης
This is the purpose which the Lord has purposed upon the whole earth: and this the hand that is uplifted against all the nations.
27 ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει
For what the Holy God has purposed, who shall frustrate? and who shall turn back his uplifted hand?
28 τοῦ ἔτους οὗ ἀπέθανεν Αχαζ ὁ βασιλεύς ἐγενήθη τὸ ῥῆμα τοῦτο
In the year in which king Achaz died this word came.
29 μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι
Rejoice not, all ye Philistines, because the yoke of him that smote you is broken: for out of the seed of the serpent shall come forth the young asps, and their young shall come forth flying serpents,
30 καὶ βοσκηθήσονται πτωχοὶ δῑ αὐτοῦ πτωχοὶ δὲ ἄνδρες ἐπ’ εἰρήνης ἀναπαύσονται ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ
And the poor shall be fed by him, and poor men shall rest in peace: but he shall destroy thy seed with hunger, and shall destroy thy remnant.
31 ὀλολύζετε πύλαι πόλεων κεκραγέτωσαν πόλεις τεταραγμέναι οἱ ἀλλόφυλοι πάντες ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται καὶ οὐκ ἔστιν τοῦ εἶναι
Howl, ye gates of cities; let the cities be troubled and cry, [even] all the Philistines: for smoke is coming from the north, and there is no [possibility] of living.
32 καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν ὅτι κύριος ἐθεμελίωσεν Σιων καὶ δῑ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ
And what shall the kings of the nations answer? That the Lord has founded Sion, and by him the poor of the people shall be saved.

< Ἠσαΐας 14 >