< Αποκαλυψις Ιωαννου 3 >

1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
“And to the messenger of the assembly in Sardis write: These things says He who is having the Seven Spirits of God, and the seven stars: I have known your works, and that you have the name that you live, and you are dead;
2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθνήσκειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου.
be watching, and strengthen the rest of the things that are about to die, for I have not found your works fulfilled before God.
3 μνημόνευε οὖν πῶς εἴληφας [καὶ ἤκουσας, καὶ τήρει] καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω [ἐπὶ σὲ] ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ.
Remember, then, what you have received and heard, and keep [it] and convert: if, then, you may not watch, I will come on you as a thief, and you may not know what hour I will come on you.
4 ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ᾽ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
You have a few names even in Sardis who did not defile their garments, and they will walk with Me in white, because they are worthy.
5 Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
The [one] thus overcoming will be clothed in white garments, and I will not blot out his name from the Scroll of Life, and I will confess his name before My Father, and before His messengers.
6 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
He who is having an ear—let him hear what the Spirit says to the assemblies.
7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυΐδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει·
And to the messenger of the assembly in Philadelphia write: These things says the Holy [One], the True [One], having the key of David, the [One] opening and no one will shut, and shutting and no one opens:
8 οἶδά σου τὰ ἔργα· — ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν· — ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
I have known your works; behold, I have set before you a door having been opened, which no one is able to shut it, because you have little power, and yet have kept My word, and have not denied My Name;
9 ἰδοὺ δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι [ἐγὼ] ἠγάπησά σε.
behold, I give from the synagogue of Satan—those saying themselves to be Jews, and are not, but lie—behold, I will make them that they may come and prostrate before your feet, and may know that I loved you.
10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Because you kept the word of My endurance, I also will keep you from the hour of the trial that is about to come on all the world, to try those dwelling on the earth.
11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
Behold, I come quickly, be holding fast that which you have, that no one may receive your garland.
12 Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ᾽ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
He who is overcoming—I will make him a pillar in the temple of My God, and he may not go outside anymore, and I will write on him the Name of My God, and the name of the city of My God, the New Jerusalem, that comes down out of Heaven from My God—also My new Name.
13 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
He who is having an ear—let him hear what the Spirit says to the assemblies.
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·
And to the messenger of the assembly of the Laodiceans write: These things says the Amen, the Witness—the Faithful and True—the Chief of the creation of God:
15 οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ἦς ἢ ζεστός·
I have known your works, that you are neither cold nor hot; I wish you were cold or hot.
16 οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
So—because you are lukewarm, and neither cold nor hot, I am about to vomit you out of My mouth;
17 ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδενὸς χρείαν ἔχω, — καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ [ὁ] ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, —
because you say—I am rich, and have grown rich, and have need of nothing, and have not known that you are the wretched, and miserable, and poor, and blind, and naked;
18 συμβουλεύω σοι ἀγοράσαι παρ᾽ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
I counsel you to buy from Me gold fired by fire, that you may be rich, and white garments that you may be clothed, and the shame of your nakedness may not be revealed, and with eye-salve anoint your eyes, that you may see.
19 ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
As many as I cherish, I convict and discipline; be zealous, then, and convert;
20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾽ αὐτοῦ καὶ αὐτὸς μετ᾽ ἐμοῦ.
behold, I have stood at the door, and I knock; if anyone may hear My voice, and may open the door, I will come in to him, and will dine with him, and he with Me.
21 Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾽ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
He who is overcoming—I will give to him to sit with Me in My throne, as I also overcame and sat down with My Father in His throne.
22 Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
He who is having an ear—let him hear what the Spirit says to the assemblies.”

< Αποκαλυψις Ιωαννου 3 >