< Κατα Λουκαν 17 >

1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾽ οὗ ἔρχεται.
Then He said to the disciples: “Things that cause people to fall are bound to come, but woe to him through whom they do come!
2 λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.
It would be better for him if a millstone were hung around his neck and he were thrown into the sea, than that he should cause one of these little ones to fall.
3 προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ·
Watch out for yourselves: if your brother sins against you, rebuke him; and if he repents, forgive him.
4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ [πρός σε] λέγων, μετανοῶ, ἀφήσεις αὐτῷ.
Even if he sins against you seven times in a day, and seven times in that day returns, saying, ‘I repent,’ you must forgive him.”
5 Καὶ εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ· πρόσθες ἡμῖν πίστιν.
The apostles said to the Lord, “Increase our faith.”
6 εἶπε δὲ ὁ Κύριος· εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν.
So the Lord said: “If you had faith like a mustard seed has, you could say to this mulberry tree, ‘Be uprooted, and be planted in the sea,’ and it would obey you.
7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ, εὐθέως παρελθὼν ἀνάπεσε,
“And which of you, having a slave plowing or tending sheep, will say to him when he comes in from the field, ‘Come at once and recline to eat’?
8 ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ· ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
Will he not rather say to him, ‘Prepare something for me to eat, and gird yourself and serve me until I eat and drink, and afterward you will eat and drink’?
9 μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ ὅτι ἐποίησε τὰ διαταχθέντα; οὐ δοκῶ.
Does he thank that slave because he did the things commanded? I guess not!
10 οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
So likewise you, whenever you have done everything you were told to do, say, ‘We are unworthy slaves, because we have only done what we were supposed to.’”
11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσου Σαμαρείας καὶ Γαλιλαίας.
Now as He was traveling toward Jerusalem, He went along between Samaria and Galilee.
12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν,
And as He entered a certain village, ten men met Him—being lepers they stood at a distance.
13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
They called out, saying, “Jesus, Master, have mercy on us!”
14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
And paying attention He said to them, “Go and show yourselves to the priests.” It happened that as they went they were cleansed!
15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν,
Well one of them, when he saw that he was healed, returned, glorifying God with a loud voice;
16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
then he fell on his face at His feet, thanking Him—and he was a Samaritan!
17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;
So Jesus reacted by saying: “Were not all ten cleansed? So where are the nine?
18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
None were found to return and give glory to God except this foreigner!”
19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
Then He said to him, “Get up and go; your faith has made you well.”
20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως,
Now when He was asked by the Pharisees when the Kingdom of God would come, He answered them and said: “The Kingdom of God does not come with observation;
21 οὐδὲ ἐροῦσιν ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
nor will they say, ‘Look, here!’ or ‘Look, there!’ because indeed the Kingdom of God is within you.”
22 Εἶπε δὲ πρὸς τοὺς μαθητάς· ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
Then He said to the disciples: “Days are coming when you will long to see one of the days of the Son of the Man, and you will not see it.
23 καὶ ἐροῦσιν ὑμῖν· ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε μηδὲ διώξητε.
And they will say to you, ‘Look, here!’ or ‘Look, there!’ Do not go along or follow.
24 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπ᾽ οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
Because just like the lightning that lights the whole sky when it flashes, so also will the Son of the Man be in His day.
25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
But first He must suffer many things and be rejected by this generation.
26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Also, just as it was in the days of Noah, so will it also be in the days of the Son of the Man.
27 ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ἅπαντας.
They were eating, drinking, marrying and being given in marriage, until the day that Noah entered the ark, and the flood came and destroyed them all.
28 ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
Likewise also as it was in the days of Lot; they were eating, drinking, buying, selling, planting, building—
29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν ἅπαντας.
but on the day Lot went out from Sodom, fire and brimstone rained down from heaven and destroyed them all.
30 κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
Even so will it be in the day when the Son of the Man is revealed.
31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
“In that day, he who is on the housetop, and his goods in the house, let him not go down to get them; and likewise he who is in the field, let him not turn back.
32 μνημονεύετε τῆς γυναικὸς Λώτ.
Remember Lot's wife!
33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, καὶ ὃς ἐὰν ἀπολέσῃ αὐτήν, ζωογονήσει αὐτήν.
Whoever seeks to save his life will lose it, and whoever ‘wastes’ it will preserve it.
34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ δύο ἔσονται ἐπὶ κλίνης μιᾶς, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται·
I tell you: on that night there will be two men in one bed; one will be taken and the other left.
35 δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό, μία παραληφθήσεται καὶ ἡ ἑτέρα ἀφεθήσεται·
Two women will be grinding together; one will be taken and the other left.”
36 δύο ἐν τῷ ἀγρῷ, εἷς παραληφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται.
37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· ποῦ, Κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· ὅπου τὸ σῶμα, ἐκεῖ ἐπισυναχθήσονται [καὶ] οἱ ἀετοί.
They reacted by saying to Him, “Where, Lord?” He said to them, “Where there is a carcass, there will the vultures also be gathered.”

< Κατα Λουκαν 17 >