< Προς Τιμοθεον Α΄ 4 >

1 το δε πνευμα ρητως λεγει οτι εν υστεροις καιροις αποστησονται τινες της πιστεως προσεχοντες πνευμασιν πλανοις και διδασκαλιαις δαιμονιων
Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
2 εν υποκρισει ψευδολογων κεκαυτηριασμενων την ιδιαν συνειδησιν
ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,
3 κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεος εκτισεν εις μεταληψιν μετα ευχαριστιας τοις πιστοις και επεγνωκοσιν την αληθειαν
κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
4 οτι παν κτισμα θεου καλον και ουδεν αποβλητον μετα ευχαριστιας λαμβανομενον
Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον·
5 αγιαζεται γαρ δια λογου θεου και εντευξεως
ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
6 ταυτα υποτιθεμενος τοις αδελφοις καλος εση διακονος ιησου χριστου εντρεφομενος τοις λογοις της πιστεως και της καλης διδασκαλιας η παρηκολουθηκας
Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.
7 τους δε βεβηλους και γραωδεις μυθους παραιτου γυμναζε δε σεαυτον προς ευσεβειαν
Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
8 η γαρ σωματικη γυμνασια προς ολιγον εστιν ωφελιμος η δε ευσεβεια προς παντα ωφελιμος εστιν επαγγελιαν εχουσα ζωης της νυν και της μελλουσης
ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
9 πιστος ο λογος και πασης αποδοχης αξιος
Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος.
10 εις τουτο γαρ και κοπιωμεν και ονειδιζομεθα οτι ηλπικαμεν επι θεω ζωντι ος εστιν σωτηρ παντων ανθρωπων μαλιστα πιστων
Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
11 παραγγελλε ταυτα και διδασκε
Παράγγελλε ταῦτα καὶ δίδασκε.
12 μηδεις σου της νεοτητος καταφρονειτω αλλα τυπος γινου των πιστων εν λογω εν αναστροφη εν αγαπη εν πνευματι εν πιστει εν αγνεια
Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.
13 εως ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια
Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
14 μη αμελει του εν σοι χαρισματος ο εδοθη σοι δια προφητειας μετα επιθεσεως των χειρων του πρεσβυτεριου
Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
15 ταυτα μελετα εν τουτοις ισθι ινα σου η προκοπη φανερα η εν πασιν
Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
16 επεχε σεαυτω και τη διδασκαλια επιμενε αυτοις τουτο γαρ ποιων και σεαυτον σωσεις και τους ακουοντας σου
Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

< Προς Τιμοθεον Α΄ 4 >