< Luke 14 >

1 When he went into the house of one of the rulers of the Pharisees on a Sabbath to eat bread, they were watching him.
Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων Φαρισαίων, Σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
2 Behold, a certain man who had dropsy was in front of him.
Καὶ ἰδοὺ, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
3 Jesus, answering, spoke to the lawyers and Pharisees, saying, “Is it lawful to heal on the Sabbath?”
Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων, “Ἔξεστιν τῷ Σαββάτῳ θεραπεῦσαι ἢ οὔ;”
4 But they were silent. He took him, and healed him, and let him go.
Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος, ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
5 He answered them, “Which of you, if your son or an ox fell into a well, wouldn’t immediately pull him out on a Sabbath day?”
Καὶ πρὸς αὐτοὺς εἶπεν, “Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ Σαββάτου;”
6 They couldn’t answer him regarding these things.
Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα.
7 He spoke a parable to those who were invited, when he noticed how they chose the best seats, and said to them,
Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς,
8 “When you are invited by anyone to a wedding feast, don’t sit in the best seat, since perhaps someone more honorable than you might be invited by him,
“Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ,
9 and he who invited both of you would come and tell you, ‘Make room for this person.’ Then you would begin, with shame, to take the lowest place.
καὶ ἐλθὼν, ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, ‘Δὸς τούτῳ τόπον’, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
10 But when you are invited, go and sit in the lowest place, so that when he who invited you comes, he may tell you, ‘Friend, move up higher.’ Then you will be honored in the presence of all who sit at the table with you.
Ἀλλʼ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι, ‘Φίλε, προσανάβηθι ἀνώτερον.’ Τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι.
11 For everyone who exalts himself will be humbled, and whoever humbles himself will be exalted.”
Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”
12 He also said to the one who had invited him, “When you make a dinner or a supper, don’t call your friends, nor your brothers, nor your kinsmen, nor rich neighbors, or perhaps they might also return the favor, and pay you back.
Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν, “Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
13 But when you make a feast, ask the poor, the maimed, the lame, or the blind;
Ἀλλʼ ὅταν ποιῇς δοχὴν κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς,
14 and you will be blessed, because they don’t have the resources to repay you. For you will be repaid in the resurrection of the righteous.”
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.”
15 When one of those who sat at the table with him heard these things, he said to him, “Blessed is he who will feast in God’s Kingdom!”
Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα, εἶπεν αὐτῷ, “Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.”
16 But he said to him, “A certain man made a great supper, and he invited many people.
Ὁ δὲ εἶπεν αὐτῷ, “Ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς.
17 He sent out his servant at supper time to tell those who were invited, ‘Come, for everything is ready now.’
Καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ‘Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν.’
18 They all as one began to make excuses. “The first said to him, ‘I have bought a field, and I must go and see it. Please have me excused.’
Καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. Ὁ πρῶτος εἶπεν αὐτῷ, ‘Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε ἔχε με παρῃτημένον.’
19 “Another said, ‘I have bought five yoke of oxen, and I must go try them out. Please have me excused.’
Καὶ ἕτερος εἶπεν, ‘Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε ἔχε με παρῃτημένον.’
20 “Another said, ‘I have married a wife, and therefore I can’t come.’
Καὶ ἕτερος εἶπεν, ‘Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.’
21 “That servant came, and told his lord these things. Then the master of the house, being angry, said to his servant, ‘Go out quickly into the streets and lanes of the city, and bring in the poor, maimed, blind, and lame.’
Καὶ παραγενόμενος, ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς, ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, ‘Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπείρους, καὶ τυφλοὺς, καὶ χωλοὺς, εἰσάγαγε ὧδε.’
22 “The servant said, ‘Lord, it is done as you commanded, and there is still room.’
Καὶ εἶπεν ὁ δοῦλος, ‘Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.’
23 “The lord said to the servant, ‘Go out into the highways and hedges, and compel them to come in, that my house may be filled.
Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, ‘Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος·
24 For I tell you that none of those men who were invited will taste of my supper. For many are called, but few are chosen.’”
λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, γεύσεταί μου τοῦ δείπνου.’”
25 Now great multitudes were going with him. He turned and said to them,
Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς, εἶπεν πρὸς αὐτούς,
26 “If anyone comes to me, and doesn’t disregard his own father, mother, wife, children, brothers, and sisters, yes, and his own life also, he can’t be my disciple.
“Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται μου εἶναι μαθητής.
27 Whoever doesn’t bear his own cross and come after me, can’t be my disciple.
Ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
28 For which of you, desiring to build a tower, doesn’t first sit down and count the cost, to see if he has enough to complete it?
Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας, ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν;
29 Or perhaps, when he has laid a foundation and isn’t able to finish, everyone who sees begins to mock him,
Ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
30 saying, ‘This man began to build and wasn’t able to finish.’
λέγοντες, ὅτι ‘Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.’
31 Or what king, as he goes to encounter another king in war, will not sit down first and consider whether he is able with ten thousand to meet him who comes against him with twenty thousand?
Ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον, οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν;
32 Or else, while the other is yet a great way off, he sends an envoy and asks for conditions of peace.
Εἰ δὲ μή γε ἔτι αὐτοῦ πόρρω ὄντος, πρεσβείαν ἀποστείλας ἐρωτᾷ εἰρήνην.
33 So therefore, whoever of you who doesn’t renounce all that he has, he can’t be my disciple.
Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
34 “Salt is good, but if the salt becomes flat and tasteless, with what do you season it?
Καλὸν οὖν τὸ ἅλας, ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
35 It is fit neither for the soil nor for the manure pile. It is thrown out. He who has ears to hear, let him hear.”
Οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.”

< Luke 14 >