< John 19 >

1 So Pilate then took Jesus and flogged him.
Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν ˚Ἰησοῦν καὶ ἐμαστίγωσεν.
2 The soldiers twisted thorns into a crown and put it on his head, and dressed him in a purple garment.
Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,
3 They kept saying, “Hail, King of the Jews!” and they kept slapping him.
καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, “Χαῖρε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων!” Καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
4 Then Pilate went out again, and said to them, “Behold, I bring him out to you, that you may know that I find no basis for a charge against him.”
Καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος, καὶ λέγει αὐτοῖς, “Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι αἰτίαν ἐν αὐτῷ οὐχ εὑρίσκω.”
5 Jesus therefore came out, wearing the crown of thorns and the purple garment. Pilate said to them, “Behold, the man!”
Ἐξῆλθεν οὖν ὁ ˚Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, “Ἰδοὺ, ὁ ἄνθρωπος!”
6 When therefore the chief priests and the officers saw him, they shouted, saying, “Crucify! Crucify!” Pilate said to them, “Take him yourselves and crucify him, for I find no basis for a charge against him.”
Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, “Σταύρωσον! Σταύρωσον!” Λέγει αὐτοῖς ὁ Πιλᾶτος, “Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.”
7 The Jews answered him, “We have a law, and by our law he ought to die, because he made himself the Son of God.”
Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, “Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν ˚Θεοῦ ἑαυτὸν ἐποίησεν.”
8 When therefore Pilate heard this saying, he was more afraid.
Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη.
9 He entered into the Praetorium again, and said to Jesus, “Where are you from?” But Jesus gave him no answer.
Καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ ˚Ἰησοῦ, “Πόθεν εἶ σύ;” Ὁ δὲ ˚Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
10 Pilate therefore said to him, “Aren’t you speaking to me? Don’t you know that I have power to release you and have power to crucify you?”
Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος, “Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε, καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;”
11 Jesus answered, “You would have no power at all against me, unless it were given to you from above. Therefore he who delivered me to you has greater sin.”
Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Οὐκ εἶχες ἐξουσίαν κατʼ ἐμοῦ οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. Διὰ τοῦτο ὁ παραδούς μέ σοι, μείζονα ἁμαρτίαν ἔχει.”
12 At this, Pilate was seeking to release him, but the Jews cried out, saying, “If you release this man, you aren’t Caesar’s friend! Everyone who makes himself a king speaks against Caesar!”
Ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες, “Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.”
13 When Pilate therefore heard these words, he brought Jesus out and sat down on the judgment seat at a place called “The Pavement”, but in Hebrew, “Gabbatha.”
Ὁ οὖν Πιλᾶτος, ἀκούσας τῶν λόγων τούτων, ἤγαγεν ἔξω τὸν ˚Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ, Γαββαθᾶ.
14 Now it was the Preparation Day of the Passover, at about the sixth hour. He said to the Jews, “Behold, your King!”
Ἦν δὲ παρασκευὴ τοῦ Πάσχα, ὥρα ἦν ὡς ἕκτη. Καὶ λέγει τοῖς Ἰουδαίοις, “Ἴδε, ὁ βασιλεὺς ὑμῶν!”
15 They cried out, “Away with him! Away with him! Crucify him!” Pilate said to them, “Shall I crucify your King?” The chief priests answered, “We have no king but Caesar!”
Οἱ δὲ ἐκραύγασαν, “Ἆρον! Ἆρον! Σταύρωσον αὐτόν!” Λέγει αὐτοῖς ὁ Πιλᾶτος, “Τὸν βασιλέα ὑμῶν σταυρώσω;” Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, “Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.”
16 So then he delivered him to them to be crucified. So they took Jesus and led him away.
Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. Παρέλαβον Δὲ τὸν ˚Ἰησοῦν· αὑτόν ἀπήγαγον
17 He went out, bearing his cross, to the place called “The Place of a Skull”, which is called in Hebrew, “Golgotha”,
Καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν, ἐξῆλθεν εἰς τὸν λεγόμενον, “Κρανίου Τόπον”, ὃ λέγεται Ἑβραϊστὶ, Γολγοθᾶ,
18 where they crucified him, and with him two others, on either side one, and Jesus in the middle.
ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ˚Ἰησοῦν.
19 Pilate wrote a title also, and put it on the cross. There was written, “JESUS OF NAZARETH, THE KING OF THE JEWS.”
Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον, “˚Ἰησοῦς ὁ Ναζωραῖος, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.”
20 Therefore many of the Jews read this title, for the place where Jesus was crucified was near the city; and it was written in Hebrew, in Latin, and in Greek.
Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ ˚Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί.
21 The chief priests of the Jews therefore said to Pilate, “Don’t write, ‘The King of the Jews,’ but, ‘he said, “I am King of the Jews.”’”
Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, “Μὴ γράφε, ‘Ὁ Βασιλεὺς τῶν Ἰουδαίων’, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν, ‘Βασιλεὺς εἰμι τῶν Ἰουδαίων.’”
22 Pilate answered, “What I have written, I have written.”
Ἀπεκρίθη ὁ Πιλᾶτος, “Ὃ γέγραφα, γέγραφα.”
23 Then the soldiers, when they had crucified Jesus, took his garments and made four parts, to every soldier a part; and also the tunic. Now the tunic was without seam, woven from the top throughout.
Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ˚Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου.
24 Then they said to one another, “Let’s not tear it, but cast lots for it to decide whose it will be,” that the Scripture might be fulfilled, which says, “They parted my garments among them. They cast lots for my clothing.” Therefore the soldiers did these things.
Εἶπον οὖν πρὸς ἀλλήλους, “Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται”· ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα, “Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.” Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
25 But standing by Jesus’ cross were his mother, his mother’s sister, Mary the wife of Clopas, and Mary Magdalene.
Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ˚Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.
26 Therefore when Jesus saw his mother, and the disciple whom he loved standing there, he said to his mother, “Woman, behold, your son!”
˚Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, “Γύναι, ἰδοὺ, ὁ υἱός σου.”
27 Then he said to the disciple, “Behold, your mother!” From that hour, the disciple took her to his own home.
Εἶτα λέγει τῷ μαθητῇ, “Ἴδε, ἡ μήτηρ σου.” Καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
28 After this, Jesus, seeing that all things were now finished, that the Scripture might be fulfilled, said, “I am thirsty!”
Μετὰ τοῦτο εἰδὼς ὁ ˚Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφὴ, λέγει, “Διψῶ.”
29 Now a vessel full of vinegar was set there; so they put a sponge full of the vinegar on hyssop, and held it at his mouth.
Σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.
30 When Jesus therefore had received the vinegar, he said, “It is finished!” Then he bowed his head and gave up his spirit.
Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ ˚Ἰησοῦς, εἶπεν, “Τετέλεσται!” Καὶ κλίνας τὴν κεφαλὴν, παρέδωκεν τὸ πνεῦμα.
31 Therefore the Jews, because it was the Preparation Day, so that the bodies wouldn’t remain on the cross on the Sabbath (for that Sabbath was a special one), asked of Pilate that their legs might be broken and that they might be taken away.
Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ Σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
32 Therefore the soldiers came and broke the legs of the first and of the other who was crucified with him;
Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
33 but when they came to Jesus and saw that he was already dead, they didn’t break his legs.
ἐπὶ δὲ τὸν ˚Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη.
34 However, one of the soldiers pierced his side with a spear, and immediately blood and water came out.
Ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ.
35 He who has seen has testified, and his testimony is true. He knows that he tells the truth, that you may believe.
Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε.
36 For these things happened that the Scripture might be fulfilled, “A bone of him will not be broken.”
Ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ Γραφὴ πληρωθῇ, “Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.”
37 Again another Scripture says, “They will look on him whom they pierced.”
Καὶ πάλιν ἑτέρα Γραφὴ λέγει, “Ὄψονται εἰς ὃν ἐξεκέντησαν.”
38 After these things, Joseph of Arimathaea, being a disciple of Jesus, but secretly for fear of the Jews, asked of Pilate that he might take away Jesus’ body. Pilate gave him permission. He came therefore and took away his body.
Μετὰ δὲ ταῦτα, ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ ˚Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ˚Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθον οὖν καὶ ἦραν αὑτόν.
39 Nicodemus, who at first came to Jesus by night, also came bringing a mixture of myrrh and aloes, about a hundred Roman pounds.
Ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων ἕλιγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν.
40 So they took Jesus’ body, and bound it in linen cloths with the spices, as the custom of the Jews is to bury.
Ἔλαβον οὖν τὸ σῶμα τοῦ ˚Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
41 Now in the place where he was crucified there was a garden. In the garden was a new tomb in which no man had ever yet been laid.
Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος.
42 Then, because of the Jews’ Preparation Day (for the tomb was near at hand), they laid Jesus there.
Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν ˚Ἰησοῦν.

< John 19 >