< 1 Peter 2 >

1 Putting away therefore all wickedness, all deceit, hypocrisies, envies, and all evil speaking,
Ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ πάντα δόλον, καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιάς,
2 as newborn babies, long for the pure spiritual milk, that with it you may grow,
ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
3 if indeed you have tasted that the Lord is gracious.
εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ ˚Κύριος.
4 Come to him, a living stone, rejected indeed by men, but chosen by God, precious.
Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ ˚Θεῷ ἐκλεκτὸν, ἔντιμον,
5 You also as living stones are built up as a spiritual house, to be a holy priesthood, to offer up spiritual sacrifices, acceptable to God through Jesus Christ.
καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους ˚Θεῷ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ.
6 Because it is contained in Scripture, “Behold, I lay in Zion a chief cornerstone, chosen and precious. He who believes in him will not be disappointed.”
Διότι περιέχει ἐν Γραφῇ: “Ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον, ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ, οὐ μὴ καταισχυνθῇ.”
7 For you who believe therefore is the honor, but for those who are disobedient, “The stone which the builders rejected has become the chief cornerstone,”
Ὑμῖν οὖν ἡ τιμὴ, τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ, “Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας”,
8 and, “a stumbling stone and a rock of offense.” For they stumble at the word, being disobedient, to which also they were appointed.
καὶ, “Λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου”· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
9 But you are a chosen race, a royal priesthood, a holy nation, a people for God’s own possession, that you may proclaim the excellence of him who called you out of darkness into his marvelous light.
Ὑμεῖς δὲ “γένος ἐκλεκτόν”, “βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν”, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε, τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος, εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
10 In the past, you were not a people, but now are God’s people, who had not obtained mercy, but now have obtained mercy.
οἵ ποτε “οὐ λαὸς, νῦν δὲ λαὸς ˚Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες”.
11 Beloved, I beg you as foreigners and pilgrims to abstain from fleshly lusts which war against the soul,
Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς·
12 having good behavior among the nations, so in that of which they speak against you as evildoers, they may see your good works and glorify God in the day of visitation.
τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσωσι τὸν ˚Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
13 Therefore subject yourselves to every ordinance of man for the Lord’s sake: whether to the king, as supreme,
Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν ˚Κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,
14 or to governors, as sent by him for vengeance on evildoers and for praise to those who do well.
εἴτε ἡγεμόσιν ὡς διʼ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν.
15 For this is the will of God, that by well-doing you should put to silence the ignorance of foolish men.
Ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ ˚Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
16 Live as free people, yet not using your freedom for a cloak of wickedness, but as bondservants of God.
ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλʼ ὡς ˚Θεοῦ δοῦλοι.
17 Honor all men. Love the brotherhood. Fear God. Honor the king.
Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν ˚Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
18 Servants, be in subjection to your masters with all respect, not only to the good and gentle, but also to the wicked.
Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
19 For it is commendable if someone endures pain, suffering unjustly, because of conscience toward God.
Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν ˚Θεοῦ, ὑποφέρει τις λύπας πάσχων ἀδίκως.
20 For what glory is it if, when you sin, you patiently endure beating? But if when you do well, you patiently endure suffering, this is commendable with God.
Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλʼ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ ˚Θεῷ.
21 For you were called to this, because Christ also suffered for us, leaving you an example, that you should follow his steps,
Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ ˚Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
22 who didn’t sin, “neither was deceit found in his mouth.”
“ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ”·
23 When he was cursed, he didn’t curse back. When he suffered, he didn’t threaten, but committed himself to him who judges righteously.
ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων, οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
24 He himself bore our sins in his body on the tree, that we, having died to sins, might live to righteousness. You were healed by his wounds.
ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε.
25 For you were going astray like sheep; but now you have returned to the Shepherd and Overseer of your souls.
Ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι, ἀλλʼ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.

< 1 Peter 2 >