< 1 Corinthians 3 >

1 And I, brethren, could not speak to you as to spiritual, but as to carnal, even as to babes in Christ.
Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ᾿ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.
2 I have fed you with milk, and not with meat: for until now ye were not able to bear it, neither yet now are ye able.
Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾿ οὔτε ἔτι νῦν δύνασθε·
3 For ye are yet carnal: for though there is among you envying, and strife, and divisions, are ye not carnal, and walk as men?
ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
4 For while one saith, I am of Paul; and another, I am of Apollos; are ye not carnal?
Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε;
5 Who then is Paul, and who is Apollos, but ministers by whom ye believed, even as the Lord gave to every man?
Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς, ἀλλ᾿ ἢ διάκονοι δι᾿ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;
6 I have planted, Apollos watered; but God hath given the increase.
Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾿ ὁ Θεὸς ηὔξανεν.
7 So then neither is he that planteth any thing, neither he that watereth; but God that giveth the increase.
Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ᾿ ὁ αὐξάνων Θεός.
8 Now he that planteth and he that watereth are one: and every man shall receive his own reward according to his own labour.
Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
9 For we are labourers together with God: ye are God’s field, ye are God’s building.
Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
10 According to the grace of God which is given to me, as a wise masterbuilder, I have laid the foundation, and another buildeth upon it. But let every man take heed how he buildeth upon it.
Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.
11 For other foundation can no man lay than that which is laid, which is Jesus Christ.
Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός.
12 Now if any man buildeth upon this foundation gold, silver, precious stones, wood, hay, stubble;
Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
13 Every man’s work shall be made manifest: for the day shall declare it, because it shall be revealed by fire; and the fire shall try every man’s work of what sort it is.
ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
14 If any man’s work abideth which he hath built upon it, he shall receive a reward.
Εἴ τινος τὸ ἔργον μένει ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται.
15 If any man’s work shall be burned, he shall suffer loss: but he himself shall be saved; yet so as by fire.
Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
16 Know ye not that ye are the temple of God, and that the Spirit of God dwelleth in you?
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
17 If any man defileth the temple of God, him shall God destroy; for the temple of God is holy, which temple ye are.
Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
18 Let no man deceive himself. If any man among you seemeth to be wise in this world, let him become a fool, that he may be wise. (aiōn g165)
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. (aiōn g165)
19 For the wisdom of this world is foolishness with God. For it is written, He taketh the wise in their own craftiness.
Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.
20 And again, The Lord knoweth the thoughts of the wise, that they are vain.
Καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
21 Therefore let no man glory in men. For all things are yours;
Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
22 Whether Paul, or Apollos, or Cephas, or the world, or life, or death, or things present, or things to come; all are yours;
εἴτε Παῦλος, εἴτε Ἀπολλώς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωή, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν,
23 And ye are Christ’s; and Christ is God’s.
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

< 1 Corinthians 3 >