< 2 Chronicles 20 >

1 It came about after this, that the people of Moab and Ammon, and with them some Meunites came against Jehoshaphat to do battle.
καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωαβ καὶ οἱ υἱοὶ Αμμων καὶ μετ’ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ιωσαφατ εἰς πόλεμον
2 Then some came who told Jehoshaphat, saying, “A large multitude is coming against you from beyond the Dead Sea, from Edom. See, they are in Hazezon Tamar,” that is, Engedi.
καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ιωσαφατ λέγοντες ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας καὶ ἰδού εἰσιν ἐν Ασασανθαμαρ αὕτη ἐστὶν Ενγαδδι
3 Jehoshaphat became afraid and set himself to seek Yahweh. He proclaimed a fast throughout all Judah.
καὶ ἐφοβήθη καὶ ἔδωκεν Ιωσαφατ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον καὶ ἐκήρυξεν νηστείαν ἐν παντὶ Ιουδα
4 Judah gathered together to seek Yahweh; they came to seek Yahweh from all the cities of Judah.
καὶ συνήχθη Ιουδας ἐκζητῆσαι τὸν κύριον καὶ ἀπὸ πασῶν τῶν πόλεων Ιουδα ἦλθον ζητῆσαι τὸν κύριον
5 Jehoshaphat stood in the assembly of Judah and Jerusalem, at the house of Yahweh, in front of the new courtyard.
καὶ ἀνέστη Ιωσαφατ ἐν ἐκκλησίᾳ Ιουδα ἐν Ιερουσαλημ ἐν οἴκῳ κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς
6 He said, “Yahweh, the God of our ancestors, are you not God in heaven? Are you not the ruler over all the kingdoms of the nations? Power and might are in your hand, so no one is able to resist you.
καὶ εἶπεν κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστῆναι
7 Our God, did you not drive out the inhabitants of this land before your people Israel, and give it forever to the descendants of Abraham?
οὐχὶ σὺ εἶ ὁ κύριος ὁ ἐξολεθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ισραηλ καὶ ἔδωκας αὐτὴν σπέρματι Αβρααμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα
8 They lived in it and built you a holy place in it for your name, saying,
καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες
9 'If disaster comes on us—the sword, judgment, or disease, or famine—we will stand before this house, and before you (for your name is in this house), and we will cry to you in our affliction, and you will hear us and save us.'
ἐὰν ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά ῥομφαία κρίσις θάνατος λιμός στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως καὶ ἀκούσῃ καὶ σώσεις
10 See now, here are the people of Ammon, Moab, and Mount Seir whom you would not let Israel invade when they came out of the land of Egypt; instead, Israel turned away from them and did not destroy them.
καὶ νῦν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ εἰς οὓς οὐκ ἔδωκας τῷ Ισραηλ διελθεῖν δῑ αὐτῶν ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ὅτι ἐξέκλιναν ἀπ’ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς
11 See how they are rewarding us; they are coming to drive us out of your land that you have given us to inherit.
καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ’ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν ἧς ἔδωκας ἡμῖν
12 Our God, will you not judge them? For we have no power against this great army that is coming against us. We do not know what to do, but our eyes are on you.”
κύριε ὁ θεὸς ἡμῶν οὐ κρινεῖς ἐν αὐτοῖς ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ’ ἡμᾶς καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς ἀλλ’ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν
13 All Judah stood before Yahweh, with their little ones, wives, and children.
καὶ πᾶς Ιουδας ἑστηκὼς ἔναντι κυρίου καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες
14 Then in the middle of the assembly, the Spirit of Yahweh came on Jahaziel, son of Zechariah, son of Benaiah, son of Jeiel, son of Mattaniah, the Levite, one of the sons of Asaph.
καὶ τῷ Οζιηλ τῷ τοῦ Ζαχαριου τῶν υἱῶν Βαναιου τῶν υἱῶν Ελεηλ τοῦ Μανθανιου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ασαφ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου ἐν τῇ ἐκκλησίᾳ
15 Jahaziel said, “Listen, all Judah and you inhabitants of Jerusalem, and King Jehoshaphat. This is what Yahweh says to you, 'Do not fear; do not be discouraged because of this great army, for the battle does not belong to you, but to God.
καὶ εἶπεν ἀκούσατε πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ ὁ βασιλεὺς Ιωσαφατ τάδε λέγει κύριος ὑμῖν αὐτοῖς μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις ἀλλ’ ἢ τῷ θεῷ
16 You must go down against them tomorrow. See, they are coming up by way of the pass of Ziz. You will find them at the end of the valley, before the wilderness of Jeruel.
αὔριον κατάβητε ἐπ’ αὐτούς ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας καὶ εὑρήσετε αὐτοὺς ἐπ’ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ιεριηλ
17 You will not need to fight in this battle. Stand in your positions, stand still, and see the rescue of Yahweh with you, Judah and Jerusalem. Do not fear nor be discouraged. Go out against them tomorrow, for Yahweh is with you.'”
οὐχ ὑμῖν ἐστιν πολεμῆσαι ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν κυρίου μεθ’ ὑμῶν Ιουδα καὶ Ιερουσαλημ μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς καὶ κύριος μεθ’ ὑμῶν
18 Jehoshaphat bowed his head with his face to the ground. All Judah and the inhabitants of Jerusalem fell down before Yahweh, worshiping him.
καὶ κύψας Ιωσαφατ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ ἔπεσαν ἔναντι κυρίου προσκυνῆσαι κυρίῳ
19 The Levites, those of the descendants of the Kohathites and Korahites, stood up to praise Yahweh, the God of Israel, with a very loud voice.
καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἀπὸ τῶν υἱῶν Κορε αἰνεῖν κυρίῳ θεῷ Ισραηλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος
20 Early in the morning they arose and went out into the wilderness of Tekoa. As they went out, Jehoshaphat stood and said, “Listen to me, Judah, and you inhabitants of Jerusalem! Trust in Yahweh your God, and you will be supported. Trust in his prophets, and you will succeed.”
καὶ ὤρθρισαν πρωὶ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωε καὶ ἐν τῷ ἐξελθεῖν ἔστη Ιωσαφατ καὶ ἐβόησεν καὶ εἶπεν ἀκούσατέ μου Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἐμπιστεύσατε ἐν κυρίῳ θεῷ ὑμῶν καὶ ἐμπιστευθήσεσθε ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ καὶ εὐοδωθήσεσθε
21 After he consulted with the people, he appointed those who sang to Yahweh and who praised him for his majestic splendor as they went out before the army, saying, “Give thanks to Yahweh, for his covenant faithfulness endures forever.”
καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
22 When they began to sing and to praise, Yahweh set men in ambush against the people of Ammon, Moab, and Mount Seir, who were coming against Judah. They were defeated.
καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμεῖν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν καὶ ἐτροπώθησαν
23 For the people of Ammon and Moab rose to fight the inhabitants of Mount Seir, in order to completely kill them and destroy them. When they had finished with the inhabitants of Mount Seir, they all helped to destroy each other.
καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι
24 When Judah came to a place overlooking the wilderness, they looked out on the army. Behold, they were dead, fallen to the ground; none had escaped.
καὶ Ιουδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆθος καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς οὐκ ἦν σῳζόμενος
25 When Jehoshaphat and his people came to take plunder from them, they found among them abundant goods, clothing, and valuable articles, which they took for themselves, more than they could carry away. It took them three days to carry off the plunder, there was so much of it.
καὶ ἦλθεν Ιωσαφατ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἑαυτοῖς καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα ὅτι πολλὰ ἦν
26 On the fourth day they assembled in the Valley of Berakah. There they praised Yahweh, so the name of that place is the “Valley of Berakah” to this day.
καὶ τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης
27 Then they returned, every man of Judah and Jerusalem, and Jehoshaphat in their lead, to go again to Jerusalem with joy, for Yahweh had made them rejoice over their enemies.
καὶ ἐπέστρεψεν πᾶς ἀνὴρ Ιουδα εἰς Ιερουσαλημ καὶ Ιωσαφατ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν
28 They came to Jerusalem and to the house of Yahweh with lyres, harps, and trumpets.
καὶ εἰσῆλθον εἰς Ιερουσαλημ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον κυρίου
29 The terror of God was on all the kingdoms of the nations when they heard that Yahweh had fought against Israel's enemies.
καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν κύριος πρὸς τοὺς ὑπεναντίους Ισραηλ
30 So Jehoshaphat's kingdom was quiet, for his God gave him peace all around him.
καὶ εἰρήνευσεν ἡ βασιλεία Ιωσαφατ καὶ κατέπαυσεν αὐτῷ ὁ θεὸς αὐτοῦ κυκλόθεν
31 Jehoshaphat reigned over Judah: He was thirty-five years old when he began to reign, and he reigned in Jerusalem for twenty-five years. His mother's name was Azubah, the daughter of Shilhi.
καὶ ἐβασίλευσεν Ιωσαφατ ἐπὶ τὸν Ιουδαν ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα θυγάτηρ Σαλι
32 He walked in the ways of Asa, his father; he did not turn away from them; he did what was right in the eyes of Yahweh.
καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ασα καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον κυρίου
33 However, the high places were not taken away. The people still had not directed their hearts to the God of their ancestors.
ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τῶν πατέρων αὐτῶν
34 As for the other matters concerning Jehoshaphat, first and last, behold, they are written in the history of Jehu son of Hanani, which is recorded in the book of the kings of Israel.
καὶ οἱ λοιποὶ λόγοι Ιωσαφατ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ιου τοῦ Ανανι ὃς κατέγραψεν βιβλίον βασιλέων Ισραηλ
35 After this Jehoshaphat, king of Judah, allied himself with Ahaziah, king of Israel, who committed much wickedness.
καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς Οχοζιαν βασιλέα Ισραηλ καὶ οὗτος ἠνόμησεν
36 He allied himself with him to build ships to go to Tarshish. They built the ships at Ezion Geber.
ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσις καὶ ἐποίησεν πλοῖα ἐν Γασιωνγαβερ
37 Then Eliezer son of Dodavahu of Mareshah, prophesied against Jehoshaphat; he said, “Because you have allied yourself with Ahaziah, Yahweh has destroyed your projects.” The ships were wrecked so that they were not able to sail.
καὶ ἐπροφήτευσεν Ελιεζερ ὁ τοῦ Δωδια ἀπὸ Μαρισης ἐπὶ Ιωσαφατ λέγων ὡς ἐφιλίασας τῷ Οχοζια ἔθραυσεν κύριος τὸ ἔργον σου καὶ συνετρίβη τὰ πλοῖά σου καὶ οὐκ ἐδυνάσθη τοῦ πορευθῆναι εἰς Θαρσις

< 2 Chronicles 20 >