< Matthew 2 >

1 After the birth of Jesus at Bethlehem in Judea, in the reign of King Herod, some Astrologers from the East arrived in Jerusalem, asking:
Τοῦ δὲ ˚Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
2 “Where is the new-born King of the Jews? for we saw his star in the east, and have come to do homage to him.”
λέγοντες, “Ποῦ ἐστιν ὁ, τεχθεὶς Βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.”
3 When King Herod heard of this, he was much troubled, and so, too, was all Jerusalem.
Ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετʼ αὐτοῦ.
4 He called together all the Chief Priests and Teachers of the Law in the nation, and questioned them as to where the Christ was to be born.
Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρʼ αὐτῶν ποῦ ὁ ˚Χριστὸς γεννᾶται.
5 “At Bethlehem in Judea,” was their answer; “for it is said in the Prophet —
Οἱ δὲ εἶπαν αὐτῷ, “Ἐν Βηθλέεμ τῆς Ἰουδαίας”· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου:
6 ‘And thou, Bethlehem in Judah’s land, art in no way least among the chief cities of Judah; for out of thee will come a Chieftain — one who will shepherd my people Israel.’”
“Καὶ σύ Βηθλέεμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐξ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.”
7 Then Herod secretly sent for the Astrologers, and ascertained from them the date of the appearance of the star;
Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους, ἠκρίβωσεν παρʼ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.
8 and, sending them to Bethlehem, he said: “Go and make careful inquiries about the child, and, as soon as you have found him, bring me word, that I, too, may go and do homage to him.”
Καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν, “Πορευθέντες, ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.”
9 The Astrologers heard what the King had to say, and then continued their journey. And the star which they had seen in the east led them on, until it reached, and stood over, the place where the child was.
Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως, ἐπορεύθησαν, καὶ ἰδοὺ, ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.
10 At the sight of the star they were filled with joy.
Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.
11 Entering the house, they saw the child with his mother, Mary, and fell at his feet and did homage to him. Then they unpacked their treasures, and offered to the child presents of gold, frankincense, and myrrh.
Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα: χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.
12 But afterwards, having been warned in a dream not to go back to Herod, they returned to their own country by another road.
Καὶ χρηματισθέντες κατʼ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, διʼ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
13 After they had left, an angel of the Lord appeared to Joseph in a dream, and said: “Awake, take the child and his mother, and seek refuge in Egypt; and stay there until I bid you return, for Herod is about to search for the child, to put him to death.”
Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ, ἄγγελος ˚Κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ λέγων, “Ἐγερθεὶς, παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.”
14 Joseph awoke, and taking the child and his mother by night, went into Egypt,
Ὁ δὲ ἐγερθεὶς, παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
15 and there he stayed until Herod’s death; in fulfilment of these words of the Lord in the Prophet, where he says — ‘Out of Egypt I called my Son.’
καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ ˚Κυρίου διὰ τοῦ προφήτου λέγοντος, “Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.”
16 When Herod found that he had been trifled with by the Astrologers, he was very angry. He sent and put to death all the boys in Bethlehem and the whole of that neighbourhood, who were two years old or under, guided by the date which he had ascertained from the Astrologers.
Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν καὶ ἀποστείλας, ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.
17 Then were fulfilled these words spoken in the Prophet Jeremiah, where he says —
Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος,
18 ‘A voice was heard in Ramah, weeping and much lamentation; Rachel, weeping for her children, refused all comfort because they were not.’
“Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν.”
19 But, on the death of Herod, an angel of the Lord appeared in a dream to Joseph in Egypt, and said:
Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδοὺ, ἄγγελος ˚Κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
20 “Awake, take the child and his mother, and go into the Land of Israel, for those who sought to take the child’s life are dead.”
λέγων, “Ἐγερθεὶς, παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.”
21 And he awoke, and taking the child and his mother, went into the Land of Israel.
Ὁ δὲ ἐγερθεὶς, παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.
22 But, hearing that Archelaus had succeeded his father Herod as King of Judea, he was afraid to go back there; and having been warned in a dream, he went into the part of the country called Galilee.
Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατʼ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
23 And there he settled in the town of Nazareth, in fulfilment of these words in the Prophets — ‘He will be called a Nazarene.’
καὶ ἐλθὼν, κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι “Ναζωραῖος κληθήσεται.”

< Matthew 2 >