< 雅歌 1 >

1 所罗门的歌,是歌中的雅歌。
ᾆσμα ᾀσμάτων ὅ ἐστιν τῷ Σαλωμων
2 愿他用口与我亲嘴; 因你的爱情比酒更美。
φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον
3 你的膏油馨香; 你的名如同倒出来的香膏, 所以众童女都爱你。
καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα μύρον ἐκκενωθὲν ὄνομά σου διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε
4 愿你吸引我,我们就快跑跟随你。 王带我进了内室, 我们必因你欢喜快乐。 我们要称赞你的爱情, 胜似称赞美酒。 他们爱你是理所当然的。
εἵλκυσάν σε ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον εὐθύτης ἠγάπησέν σε
5 耶路撒冷的众女子啊, 我虽然黑,却是秀美, 如同基达的帐棚, 好像所罗门的幔子。
μέλαινά εἰμι καὶ καλή θυγατέρες Ιερουσαλημ ὡς σκηνώματα Κηδαρ ὡς δέρρεις Σαλωμων
6 不要因日头把我晒黑了就轻看我。 我同母的弟兄向我发怒, 他们使我看守葡萄园; 我自己的葡萄园却没有看守。
μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη ὅτι παρέβλεψέν με ὁ ἥλιος υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα
7 我心所爱的啊,求你告诉我, 你在何处牧羊? 晌午在何处使羊歇卧? 我何必在你同伴的羊群旁边 好像蒙着脸的人呢?
ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου ποῦ ποιμαίνεις ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ’ ἀγέλαις ἑταίρων σου
8 你这女子中极美丽的, 你若不知道, 只管跟随羊群的脚踪去, 把你的山羊羔牧放在牧人帐棚的旁边。
ἐὰν μὴ γνῷς σεαυτήν ἡ καλὴ ἐν γυναιξίν ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων
9 我的佳偶, 我将你比法老车上套的骏马。
τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραω ὡμοίωσά σε ἡ πλησίον μου
10 你的两腮因发辫而秀美; 你的颈项因珠串而华丽。
τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες τράχηλός σου ὡς ὁρμίσκοι
11 我们要为你编上金辫,镶上银钉。
ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου
12 王正坐席的时候, 我的哪哒香膏发出香味。
ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ
13 我以我的良人为一袋没药, 常在我怀中。
ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται
14 我以我的良人为一棵凤仙花, 在隐·基底葡萄园中。
βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν Εγγαδδι
15 我的佳偶,你甚美丽!你甚美丽! 你的眼好像鸽子眼。
ἰδοὺ εἶ καλή ἡ πλησίον μου ἰδοὺ εἶ καλή ὀφθαλμοί σου περιστεραί
16 我的良人哪,你甚美丽可爱! 我们以青草为床榻,
ἰδοὺ εἶ καλός ὁ ἀδελφιδός μου καί γε ὡραῖος πρὸς κλίνη ἡμῶν σύσκιος
17 以香柏树为房屋的栋梁, 以松树为椽子。
δοκοὶ οἴκων ἡμῶν κέδροι φατνώματα ἡμῶν κυπάρισσοι

< 雅歌 1 >