< 約伯記 19 >

1 約伯回答說:
ὑπολαβὼν δὲ Ιωβ λέγει
2 你們叫我的心悲傷,說話苦惱我,要到何時﹖
ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις
3 你們侮辱我,已有十次之多,苛待我卻不知羞愧。
γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι
4 我若實在錯了,錯自由我承當。
ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ῥῆμα ὃ οὐκ ἔδει τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ
5 如果你們真要對我自誇,證明我的醜惡,
ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει
6 你們應當知道:是天主虐待了我,是他用自己的羅網圍困了我。
γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν
7 我若高呼說:「殘暴,」但得不到答覆;我大聲呼冤,卻沒有正義。
ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμοῦ κρίμα
8 他攔住我的去路,使我不得過去,使黑暗籠罩著我的去路。
κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο
9 他奪去了我的光榮,摘下了我頭上的冠冕;
τὴν δὲ δόξαν ἀπ’ ἐμοῦ ἐξέδυσεν ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου
10 他四面打擊我,使我逝去;拔除我的希望,猶如拔樹。
διέσπασέν με κύκλῳ καὶ ᾠχόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου
11 他對我怒火如焚,拿我當作他的仇敵。
δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν
12 他的軍隊一齊開來,修好道路攻擊我,圍著我的帳幕紮營。
ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ’ ἐμοὶ ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι
13 他使我的弟兄離棄我,使我的知己疏遠我。
ἀπ’ ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν
14 鄰人和相識者都不見了,寄居我家的人都忘了我。
οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου
15 我的婢女拿我當作外人,視我如一陌生人。
γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν
16 我呼喚僕人,他不回答;我必須親口央求他。
θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο
17 我的氣味使妻子憎厭,我的同胞視我作臭物。
καὶ ἱκέτευον τὴν γυναῖκά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου
18 連孩子們也輕慢我,我一起來,他們就凌辱我。
οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ὅταν ἀναστῶ κατ’ ἐμοῦ λαλοῦσιν
19 我的知交密友都憎惡我,我所愛的人也對我變了臉。
ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι
20 我的骨頭緊貼著皮,我很徼幸還保留牙床。
ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται
21 我的朋友,你們可憐可憐我罷! 因為天主的手打傷了我。
ἐλεήσατέ με ἐλεήσατέ με ὦ φίλοι χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν
22 你們為何如同天主一樣逼迫我,吃了我的肉還不知足呢﹖
διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε
23 惟願我的話都記錄下來,都刻在銅板上;
τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα
24 用鐵鑿刻在鉛版上,永遠鑿在磐石上。
ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι
25 我確實知道為我伸冤者還活著,我的辯護人要在地上起立。
οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς
26 我的皮膚雖由我身上脫落,但我仍要看見天主;
ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη
27 要看見他站在我這一方,我親眼要看見他,並非外人;我的五內因熱望而耗盡。
ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ
28 如果你們說:「我們怎能難為他﹖怎能在他身上尋到這事的根由﹖」
εἰ δὲ καὶ ἐρεῖτε τί ἐροῦμεν ἔναντι αὐτοῦ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ
29 你們應當害怕刀劍,因為報復罪惡者是刀劍;如此你們知道終有一個審判者。
εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ’ ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη

< 約伯記 19 >