< ᎣᏍᏛ ᎧᏃᎮᏛ ᏣᏂ ᎤᏬᏪᎳᏅᎯ 13 >

1 ᎠᏏᏃ ᎤᏃᏒᎩ ᎧᏃᎯᏰᎩ ᏗᎵᏍᏓᏴᏗᏱ, ᏥᏌ ᎠᎦᏔᎯᏳ ᎨᏒᎩ ᎤᏍᏆᎸᎡᎸ ᎠᏂ ᎡᎶᎯ ᎤᏓᏅᏍᏗᏱ, ᎠᎦᏴᎵᎨᏍᏛᏱ ᏭᎶᎯᏍᏗᏱ, ᏧᎨᏳᎯᏳ ᎢᏳᎵᏍᏔᏅᎯ ᎨᏒᎩ ᏧᏤᎵᎦ ᎡᎶᎯ ᎠᏁᎯ, ᎬᎵᏍᏆᏗᏍᎩ ᏧᎨᏳᎯᏳ ᎨᏒᎩ.
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
2 ᎠᏍᎩᎾᏃ ᎿᎭᏉ ᎤᎳᏁᎸᎯ ᎨᏒᎩ ᎤᎾᏫᏱ ᏧᏓᏏ ᎢᏍᎦᎳᏗ ᏌᏩᏂ ᎤᏪᏥ ᎾᏍᎩ ᎤᎶᏄᎮᏗᏱ, ᎤᎾᎵᏍᏓᏴᏃᏅᏃ,
καὶ δείπνου γενομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ,
3 ᏥᏌ ᎠᎦᏔᎯᏳ ᎨᏒᎩ ᎠᎦᏴᎵᎨᎢ ᏂᎦᎥ ᎪᎱᏍᏗ ᏕᎤᏲᎯᏎᎸᎢ; ᎠᎴ ᎤᏁᎳᏅᎯᏱ ᏅᏓᏳᏓᎴᏅᎯ ᎨᏒᎢ, ᎠᎴ ᎤᏁᎳᏅᎯᏱ ᏭᎶᎯᏍᏗ ᎨᏒᎢ,
εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει,
4 ᎤᎵᏍᏓᏴᏅᎢ ᏕᎤᎴᏅᎩ ᎠᎴ ᎤᏄᏪᏒᎩ, ᎠᎴ ᎤᏁᏒᎩ ᎠᏄᏬ-ᏗᏑᎴᏗ, ᎤᏓᏠᏍᏔᏅᎩ;
ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
5 ᎿᎭᏉᏃ ᎠᏖᎵᏙ ᎠᎹ ᎤᏟᏍᏔᏅᎩ, ᎠᎴ ᎤᎴᏅᎲᎩ ᏚᏬᏑᎴᎸ ᎬᏩᏍᏓᏩᏗᏙᎯ ᏧᎾᎳᏏᏕᏂ, ᎠᎴ ᏚᏅᎦᎸᎡᎸᎩ ᎠᏄᏬ-ᏗᏑᎴᏗ ᎾᏍᎩ ᎤᏓᏠᏍᏛ ᎤᏩᏔᏅᎩ.
εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6 ᎿᎭᏉᏃ ᏌᏩᏂ ᏈᏓ ᎤᏬᎸ ᎤᎷᏨᎩ. ᏈᏓᏃ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᏣᎬᏫᏳᎯ, ᏥᎪ ᏂᎯ ᏙᏓᏍᏉᏑᎴᎵ ᏗᏆᎳᏏᏕᏂ?
ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
7 ᏥᏌ ᎤᏁᏨ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᎯᎠ ᏥᏂᎦᏛᏁᎭ ᎥᏝ ᎪᎯ ᎨᏒ ᏱᎦᏔᎭ, ᎣᏂᏍᎩᏂ ᏘᎦᏙᎥᏏ.
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
8 ᏈᏓ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᎥᏝ ᎢᎸᎯᏳᎯ ᏱᏙᏓᏍᏉᏑᎴᎵ ᏗᏆᎳᏏᏕᏂ. ᏥᏌ ᎤᏁᏤᎸᎩ; ᎢᏳᏃ ᏂᎬᏲᏑᎴᎥᎾ ᏱᎩ ᎥᏝ ᏣᏤᎵᎦ ᏳᏓᏑᏯ ᎠᏆᏤᎵᎦ ᎨᏒᎢ. (aiōn g165)
λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. (aiōn g165)
9 ᏌᏩᏂ ᏈᏓ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᏣᎬᏫᏳᎯ, ᎥᏝ ᏗᏆᎳᏏᏕᏂᏉ ᏧᏩᏒ, ᎾᏍᏉᏍᎩᏂ ᏗᏉᏰᏂ ᎠᎴ ᏥᏍᎪᎵ.
λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
10 ᏥᏌ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᎩᎶ ᎤᏙᏑᎵᏌᏛ ᏥᎨᏐᎢ ᏧᎳᏏᏕᏂᏉ ᏧᏩᏒ ᏧᏬᏑᎴᏗ ᎨᏐᎢ; ᏂᎬᏃ ᎤᏓᏅᎦᎸᏛ ᎨᏐᎢ. ᎠᎴ ᏂᎯ ᎢᏣᏓᏅᎦᎸᏛ, ᎠᏎᏃ ᎥᏝ ᏂᏥᎥ ᏱᎩ.
λέγει αὐτῷ ὁ Ἰησοῦς· ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες.
11 ᎠᎦᏔᎯᏳᏰᏃ ᎨᏒᎩ ᎾᏍᎩ Ꮎ ᎤᎶᏄᎮᏍᎩ; ᎾᏍᎩ ᎢᏳᏍᏗ, ᎥᏝ ᏂᏥᎥ ᎢᏣᏓᏅᎦᎸᏛ ᏱᎩ, ᎤᏛᏅᎩ.
ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε.
12 ᎿᎭᏉᏃ ᏚᏬᏑᎴᎣᏁᎸ ᏧᎾᎳᏏᏕᏂ, ᎠᎴ ᎢᎤᏄᏬᎥ; ᎠᎴ ᏔᎵᏁ ᎢᎤᏪᏅ, ᎯᎠ ᏂᏚᏪᏎᎸᎩ; ᎢᏥᎦᏔᎭᏍᎪ ᎯᎠ ᎾᏍᎩ ᏥᏂᏨᏯᏛᏂᏏ?
Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν;
13 ᏔᏕᏲᎲᏍᎩ, ᎠᎴ ᏣᎬᏫᏳᎯ, ᏍᎩᏲᏎᎰᎢ; ᎠᎴ ᏚᏳᎪᏛ ᏂᏥᏪᏍᎪᎢ, ᎾᏍᎩᏰᏃ ᏄᏍᏗ.
ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.
14 ᎢᏳᏃ ᎠᏴ ᎠᎩᎬᏫᏳᎯ ᎢᏣᏤᎵᎦ ᎠᎴ ᏗᏨᏰᏲᎲᏍᎩ ᏗᏣᎳᏏᏕᏂ ᏱᏗᏨᏲᏑᎴᎭ, ᎾᏍᏉᏍᎩᏂ ᎢᏨᏒ ᎢᏣᎳᏏᏕᏂ ᏱᏗᏣᏓᏙᏑᎴᎭ.
εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
15 ᎢᏣᏕᎶᏆᏍᏗᏰᏃ ᎢᏨᎥᏏ, ᎾᏍᎩᏯ ᏂᏨᏯᏛᏁᎸ ᎢᏣᏛᏁᏗᏱ.
ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε·
16 ᎤᏙᎯᏳᎯᏯ ᎤᏙᎯᏳᎯᏯ ᎯᎠ ᏂᏨᏪᏎᎭ; ᎠᏥᎾᏝᎢ ᎥᏝ ᎤᏟ ᎠᏥᎸᏉᏗᏳ ᏱᎨᏐᎢ, ᎡᏍᎦᏉ ᎤᎾᏝᎢ; ᎠᎴ ᎥᏝ ᎠᏥᏅᏏᏛ ᎤᏟ ᎠᏥᎸᏉᏗᏳ ᏱᎨᏐᎢ, ᎡᏍᎦᏉ ᏅᏓᏳᏅᏏᏛ.
ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
17 ᎢᏳᏃ ᎾᏍᎩ ᎯᎠ ᏱᏥᎦᏔᎭ, ᎣᏏᏳ ᏱᏣᏓᏅᏔ ᎾᏍᎩ ᏱᏂᏣᏛᏁᎭ.
εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18 ᎥᏝ ᏂᏥᎥ ᏱᏨᏯᏛᎦ; ᎦᏥᎦᏔᎭ ᎦᏥᏯᏑᏰᏛ ᎨᏒᎢ; ᎠᏎᏃ ᎤᏙᎯᏳᏗᏱ ᎪᏪᎸᎢ, “ᎢᏧᎳᎭ ᎣᏍᏓᎵᏍᏓᏴᎲᏍᎩ ᎤᏌᎳᏓᏅ ᎦᏗᎨᏂ ᎠᏆᏡᏗᏍᎬᎢ.”
οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ᾽ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ᾽ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ᾽ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
19 ᎿᎭᏉ ᎢᏨᏃᏁᎭ, ᎠᏏᏉ ᎾᏍᎩ ᏄᎵᏍᏔᏅᎾ, ᎾᏍᎩ ᎿᎭᏉ ᏂᎦᎵᏍᏔᏅᎭ ᎢᏦᎯᏳᏗᏱ ᎠᏴ ᎾᏍᎩ ᎨᏒᎢ.
ἀπ᾽ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι.
20 ᎤᏙᎯᏳᎯᏯ ᎤᏙᎯᏳᎯᏯ ᎯᎠ ᏂᏨᏪᏎᎭ; ᎩᎶ ᏓᏓᏂᎸᎨᏍᏗ ᏥᏅᏏᏛ, ᎠᏴ ᏓᏆᏓᏂᎸᎨᏍᏗ, ᎩᎶᏃ ᎠᏴ ᏓᏆᏓᏂᎸᎨᏍᏗ, ᏅᏛᎩᏅᏏᏛ ᏓᏓᏂᎸᎨᏍᏗ.
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
21 ᏥᏌ ᎾᏍᎩ ᏄᏪᏒ ᎤᏕᏯᏔᏁᎸ ᎤᏓᏅᏛᎢ, ᎠᎴ ᎬᏂᎨᏒ ᏄᏩᏁᎸᎩ, ᎯᎠ ᏄᏪᏒᎩ; ᎤᏙᎯᏳᎯᏯ ᎤᏙᎯᏳᎯᎭ ᎯᎠ ᏂᏨᏪᏎᎭ; ᎯᎠ ᏥᏂᏣᏛᏅ ᎠᏏᏴᏫ ᎤᏓᏑᏯ ᏛᎩᎶᏄᎮᎵ.
Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 ᎿᎭᏉᏃ ᎬᏩᏍᏓᏩᏗᏙᎯ ᏚᎾᏓᎧᎿᎭᏅᎩ ᎤᎾᏠᎬᎩ ᎾᏍᎩ ᎠᏥᏛᎦ ᎤᏁᎵᏍᏗᏱ.
ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.
23 ᎠᏏᏴᏫᏃ ᎬᏩᏍᏓᏩᏗᏙᎯ ᎨᏒ ᏥᏌ ᎦᏁᏥᏱ ᎦᏍᏛᎦᎸᎩ, ᎾᏍᎩ ᏥᏌ ᎤᎨᏳᎯ.
ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·
24 ᏌᏩᏂᏃ ᏈᏓ ᎾᏍᎩ ᎤᎵᏍᎫᏫᏎᎸᎩ ᎤᏛᏛᏗᏱ ᎾᏍᎩ ᎨᏒᎢ ᎦᏛᎬᎢ.
νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
25 ᎿᎭᏉᏃ ᏥᏌ ᎦᏁᏥᎢ ᎤᏍᏛᎦᎵ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᏣᎬᏫᏳᎯ, ᎦᎪ?
ἐπιπεσὼν δὲ ἐκεῖνος ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν;
26 ᏥᏌ ᎤᏁᏨᎩ; ᎾᏍᎩ ᎨᏎᏍᏗ ᎠᎬᎭᎸᏛ ᏥᏁᎸᎭ ᎾᏍᎩ ᎠᏊᏅᎯ ᎨᏎᏍᏗ. ᎤᏭᏅᏃ ᎠᎬᎭᎸᏛ ᎤᏁᎸᎩ ᏧᏓᏏ ᎢᏍᎦᎳᏗ ᏌᏩᏂ ᎤᏪᏥ.
ἀποκρίνεται ὁ Ἰησοῦς· ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. καὶ ἐμβάψας τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.
27 ᎠᎬᎭᎸᏛᏃ ᎠᏥᏁᎸ ᏎᏓᏂ ᎤᏴᏎᎸᎩ. ᎿᎭᏉᏃ ᏥᏌ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᎾᏍᎩ ᎢᏣᏛᏁᏗ ᎨᏒ ᏄᎳᏉ ᎿᎭᏛᎦ.
καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· ὃ ποιεῖς, ποίησον τάχιον.
28 ᎥᏝᏃ ᎩᎶ ᎠᏂᏅᏜᏓᎢ ᏳᏬᎵᏤ ᏄᏍᏛ ᎦᏛᎬ ᎾᏍᎩ ᏄᏪᏎᎸᎢ.
τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
29 ᏧᏓᏏᏰᏃ ᏕᎦᎶᏗ ᎦᏁᎲ ᏅᏓᏳᎵᏍᏙᏔᏅᎩ ᎢᎦᏛ, ᎯᎠ ᏥᏌ ᏂᎦᏪᏏ ᎤᏁᎵᏒᎩ; ᎪᎱᏍᏗ ᏣᏩᎯ ᏗᎵᏍᏓᏴᏗᏱ ᎨᏒ ᎢᏳ ᎪᎱᏍᏗ ᎢᎬᏙᏗ; ᎠᎴ ᎯᎠ ᏱᎩ; ᎪᎱᏍᏗ ᏘᎲᏏ ᎤᏲ ᎢᏳᎾᏛᎿᎭᏕᎩ.
τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁ Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
30 ᎿᎭᏉᏃ ᎾᏍᎩ, ᎠᎬᎭᎸᏛ ᎤᎩᏒ, ᎩᎳᏉ ᎢᏴᏛ ᎤᏄᎪᏨᎩ, ᎠᎴ ᏒᏃᏱ ᎨᏒᎩ.
λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος εὐθέως ἐξῆλθεν· ἦν δὲ νύξ.
31 ᎾᏍᎩᏃ ᎤᏄᎪᏨ, ᏥᏌ ᎯᎠ ᏄᏪᏒᎩ; ᎿᎭᏉ ᏴᏫ ᎤᏪᏥ ᎠᏥᎸᏉᏓ, ᎾᏍᎩᏃ ᏂᎬᏂᏌ ᎤᏁᎳᏅᎯ ᎠᏥᎸᏉᏓ.
Ὅτε [οὖν] ἐξῆλθε, λέγει ὁ Ἰησοῦς· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
32 ᎢᏳᏃ ᎾᏍᎩ ᏱᏄᏩᏂᏌᏅ ᎤᏁᎳᏅᎯ ᏯᏥᎸᏉᏔᏅ, ᎤᏁᎳᏅᎯ ᎤᏩᏒ ᏅᏓᎬᏂᏌᏂ ᎾᏍᎩ ᏓᏳᎸᏉᏔᏂ, ᎠᎴ ᎩᎳᏉ ᎢᏴᏛ ᏓᏳᎸᏉᏔᏂ.
εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
33 ᏗᏥᏲᎵ, ᎠᏏ ᏞᎦ ᎢᏨᏰᎳᏗᏙᎭ; ᏍᎩᏲᎮᏍᏗ; ᎠᎴ ᎾᏍᎩᏯ ᎠᏂᏧᏏ ᏥᏂᎦᏥᏪᏎᎸᎩ, “ᏫᏥᎦᏛ ᎥᏝ ᏫᏴᎨᏥᎶᎯ,” ᏥᎦᏥᏲᏎᎸᎩ, ᎾᏍᎩᏯ ᎾᏍᏉ ᎿᎭᏉ ᏂᎯ ᏂᏨᏪᏎᎭ.
τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ὑπάγω ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
34 ᎢᏤ ᏗᎧᎿᎭᏩᏛᏍᏗ ᎢᏨᎥᏏ, ᏗᏣᏓᎨᏳᎯᏳ ᎢᏳᎵᏍᏙᏗᏱ; ᎾᏍᎩᏯ ᎢᏨᎨᏳᎢᏳ ᏄᎵᏍᏔᏅᎢ, ᎾᏍᎩ ᎾᏍᏉ ᏗᏣᏓᎨᏳᎯᏳ ᎢᏳᎵᏍᏙᏗᏱ.
ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35 ᎾᏍᎩ ᎾᏂᎥ ᎤᎾᏙᎴᎰᎯᏍᏙᏗ ᎨᏎᏍᏗ ᏍᎩᏍᏓᏩᏗᏙᎯ ᎨᏒᎢ, ᎢᏳᏃ ᏗᏣᏓᎨᏳᎯᏳ ᏱᎩ.
ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36 ᏌᏩᏂ ᏈᏓ ᎯᎠ ᏄᏪᏎᎸᎩ, ᏣᎬᏫᏳᎯ, ᎭᏢ ᎭᎢ? ᏥᏌ ᎤᏁᏤᎸᎩ; ᏫᏥᎦᏛ ᎥᏝ ᎿᎭᏉ ᏴᎨᏍᎩᏍᏓᏩᏚᎦ; ᎣᏂᏍᎩᏂ ᏓᏍᎩᏍᏓᏩᏕᏏ.
λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.
37 ᏈᏓ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᏣᎬᏫᏳᎯ, ᎦᏙᏃ ᎥᏝ ᏰᎵ ᎿᎭᏉ ᎦᎬᏍᏓᏩᏛᏍᏗ ᏱᎩ? ᏂᎯ ᏅᏓᎦᎵᏍᏙᏔᏂ ᎡᎳᏗ ᏓᏥᏂ ᎬᏅᎢ.
λέγει αὐτῷ ὁ Πέτρος· Κύριε, διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
38 ᏥᏌ ᎤᏁᏤᎸᎩ; ᏥᏌ ᎠᏴ ᏅᏓᎦᎵᏍᏙᏔᏂ ᎡᎳᏗ ᏘᏂ ᎲᏅᎢ? ᎤᏙᎯᏳᎯᏯ, ᎤᏙᎯᏳᎯᏯ ᎯᎠ ᏂᎬᏪᏎᎭ; ᏣᏔᎦᏨᏯᎢ ᎥᏝ ᏴᏛᏴᎳᏏ ᎬᏂ ᏦᎢ ᎢᏍᏆᏓᏱᎸᎯ ᎨᏎᏍᏗ.
ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις! ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς.

< ᎣᏍᏛ ᎧᏃᎮᏛ ᏣᏂ ᎤᏬᏪᎳᏅᎯ 13 >