< ᎣᏍᏛ ᎧᏃᎮᏛ ᏣᏂ ᎤᏬᏪᎳᏅᎯ 11 >

1 ᎩᎶᏃ ᎢᏳᏍᏗ ᎠᏍᎦᏯ ᎤᏢᎬᎩ, ᎳᏏᎳ ᏧᏙᎢᏛ, ᏇᏗᏂᏱ ᎡᎯ, ᎺᎵ ᎠᎴ ᎤᎸᎢ ᎹᏗ ᎤᏂᏚᎲᎢ.
Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
2 ᎾᏍᎩ ᎺᎵ ᎠᏠᏁᏗ ᏧᎶᏁᏔᏁ ᎤᎬᏫᏳᎯ, ᎠᎴ ᎤᏍᏘᏰᎬ ᏧᏩᏔᏁ ᏥᏚᏅᎦᎸᎡᎴ ᏧᎳᏏᏕᏂ, ᎾᏍᎩ ᏅᏙ ᎳᏏᎳ ᎤᏢᎬᎩ.
ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
3 ᎿᎭᏉᏃ ᏧᏙ ᏓᏳᎾᏓᏅᏒᎩ ᎤᏛᎪᏗ, ᎯᎠ ᏅᏓᏳᏂᏪᏒᎩ, ᏣᎬᏫᏳᎯ, ᎬᏂᏳᏉ ᎯᎨᏳᎢ ᏥᎩ ᎤᏢᎦ.
ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 ᏥᏌᏃ ᎤᏛᎦᏅ ᎯᎠ ᏄᏪᏒᎩ; ᎯᎠ ᎾᏍᎩ ᏧᏢᎦᎥᏝ ᎤᏲᎱᎯᏍᏗ ᏱᎩ, ᎠᏥᎸᏉᏙᏗᏱᏉᏍᎩᏂ ᎤᏁᎳᏅᎯ, ᎾᏍᎩᏃ ᎤᏁᎳᏅᎯ ᎤᏪᏥ ᎠᏥᎸᏉᏗᏳ ᎢᏳᎵᏍᏙᏗᏱ.
ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ᾽ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι᾽ αὐτῆς.
5 ᏥᏌᏃ ᏧᎨᏳᎯᏳᎨᏒᎩ ᎹᏗ ᎠᎴ ᎤᎸᎢ ᎠᎴ ᎳᏏᎳ.
ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 ᎤᏛᎦᏅᏃ ᎤᏢᎬᎢ, ᎾᎿᎭᎡᏙᎲᎢ ᎠᏏ ᏔᎵ ᏅᎤᏙᏓᏋᎩ.
ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
7 ᎣᏂᏃ ᎯᎠ ᏂᏚᏪᏎᎸᎩ ᎬᏩᏍᏓᏩᏗᏙᎯ; ᏔᎵᏁ ᏧᏗᏱ ᏫᏗᎶᎯ.
ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
8 ᎬᏩᏍᏓᏩᏗᏙᎯ ᎯᎠ ᏅᎬᏩᏪᏎᎸᎩ; ᏔᏕᏲᎲᏍᎩ, ᎥᏝ ᏱᎪᎯᎩ ᎠᏂᏧᏏ ᎤᎾᏁᎶᏔᏅᎩ ᏅᏯ ᏗᎨᏨᏂᏍᏙᏗᏱ, ᏔᎵᏁᏍᎪᏃ ᎾᎿᎭᏮᏛᎯᎶᏏ?
λέγουσιν αὐτῷ οἱ μαθηταί· ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
9 ᏥᏌ ᎤᏁᏨᎩ; ᏝᏍᎪ ᏔᎳᏚ ᎢᏳᏟᎶᏛ ᏱᎩ ᏏᎦ? ᎢᏳᏃ ᎩᎶ ᎢᎦ ᏤᏙᎰᎢ, ᎥᏝ ᏱᏚᏬᏕᎯᎰᎢ, ᏅᏗᎦᎵᏍᏙᏗᏍᎪ ᎠᎪᏩᏘᏍᎬ ᎢᎦ ᎠᏂ ᎡᎶᎯ ᏚᎸᏌᏛᎢ.
ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκά εἰσιν ὧραι τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
10 ᎩᎶᏍᎩᏂ ᎡᏃᏱ ᏤᏙᎰᎢ, ᏚᏬᏕᎯᎰᎢ, ᏅᏗᎦᎵᏍᏙᏗᏍᎪ ᎢᎦ ᏂᏚᎸᏌᏓᏕᎲᎾ ᎨᏒᎢ.
ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
11 ᎾᏍᎩ ᎯᎠ ᏄᏪᏒᎩ; ᎿᎭᏉᏃ ᎯᎠ ᏄᏚᏪᏎᎸᎩ; ᎳᏏᎳ ᎢᎦᎵᎢ ᎦᎵᎭ; ᎠᏎᏃ ᏓᎨᏏ, ᏮᏓᏥᏰᏍᏔᏂ.
ταῦτα εἶπε, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
12 ᎬᏩᏍᏓᏩᏗᏙᎯᏃ ᎯᎠ ᏄᏂᏪᏒᎩ; ᏣᎬᏫᏳᎯ, ᎢᏳᏃ ᏱᎦᎵᎭ ᏓᏳᏗᏩᏏᏉ.
εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ· Κύριε, εἰ κεκοίμηται, σωθήσεται.
13 ᎠᏎᏃ ᎤᏲᎱᏒ ᎦᏛᎬᎩ ᎾᏍᎩ ᏄᏪᏒ ᏥᏌ: ᎾᏍᎩᏍᎩᏂ Ꮎ ᎠᎦᎵᎲᏉ ᏦᏯᏪᏐᎵᎰ ᎦᏛᎦ ᎤᏁᎵᏒᎩ.
εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ· ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14 ᎿᎭᏉᏃ ᎬᏂᎨᏒ ᏥᏌ ᎯᎠ ᏂᏚᏪᏎᎸᎩ; ᎳᏏᎳ ᎤᏲᎱᏒ;
τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανε,
15 ᎠᎴ ᎣᏏᏳ ᎠᎩᏰᎸᎭ ᎾᎿᎭᏫᏂᎨᏙᎲᎾ ᏥᎨᏒᎩ, ᏂᎯ ᏅᏗᎦᎵᏍᏙᏗᎭ, ᎢᏦᎯᏳᏗᏱ. ᎠᏎᏃ ᎡᏗᏩᏛᎱᎦ.
καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλ᾽ ἄγωμεν πρὸς αὐτόν.
16 ᎿᎭᏉᏃ ᏓᎻ, ᏗᏗᎹ ᏧᏙᎢᏛ, ᎯᎠ ᏂᏚᏪᏎᎸᎩ ᎤᎾᎵᎪᎯ ᎠᎾᏓᏍᏓᏩᏗᏙᎯ, ᎾᏍᏉ ᎠᏴ ᎢᏕᎾ, ᎠᏲᎱᏒᎭ ᎢᎦᏠᏯᏍᏔᏅᎭ.
εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.
17 ᎿᎭᏉᏃ ᏥᏌ ᎤᎷᏨ ᎤᏙᎴᎱᏒᎩ ᎦᏳᎳ ᏅᎩ ᏧᏙᏓᏉᏛ ᎬᏩᏂᏅᏅᎯ ᎨᏒ ᎠᏤᎵᏍᏛᎢ.
Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδη ἔχοντα ἐν τῷ μνημείῳ.
18 ᎾᏍᎩ ᏇᏗᏂᏃ ᎦᏚᎲ ᏥᎷᏏᎵᎻ ᎾᎥ ᎨᏒᎩ, ᏔᎵᎭᏉ ᎢᏳᏟᎶᏛ.
ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε,
19 ᎠᎴ ᎤᏂᏣᏛ ᎠᏂᏧᏏ ᎬᏩᏂᎷᏤᎸᎩ ᎹᏗ ᎠᎴ ᎺᎵ ᎬᏩᏂᏄᏬᎯᏍᏔᏂᎸᎩ ᎤᏂᏙ ᎤᏲᎱᏒ ᎢᏳᏍᏗ.
καὶ πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶ Μάρθαν καὶ Μαρίαν ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.
20 ᎿᎭᏉᏃ ᎹᏗ ᎤᏛᎦᏅᏉ ᏥᏌ ᏣᎢᏒᎢ ᏫᏚᏠᏒᎩ. ᎺᎵᏍᎩᏂ ᎦᎵᏦᏕᏉ ᎬᏬᎸᎩ.
ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι ὁ Ἰησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 ᎿᎭᏉᏃ ᎹᏗ ᎠᎴ ᏄᏪᏎᎸᎩ ᏥᏌ; ᏣᎬᏫᏳᎯ, ᎢᏳᏃ ᎠᏂ ᏱᎮᏙᎮᎢ, ᎥᏝ ᏱᎬᏩᏲᎱᏎ ᎥᎩᏙ.
εἶπεν οὖν [ἡ] Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε, ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.
22 ᎠᏎᏃ ᏥᎦᏔᎭ ᎾᏍᏉ ᎪᎯ ᎨᏒ ᏂᎦᎥ ᎪᎱᏍᏗ ᏱᏔᏲᏎᎸ ᎤᏁᎳᏅᎯ, ᏣᏁᏗᏉ ᎨᏒ ᎤᏁᎳᏅᎯ.
ἀλλὰ καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.
23 ᏥᏌ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᎡᏣᏙ ᏙᏛᎠᎴᎯᏌᏂ.
λέγει αὐτῇ ὁ Ἰησοῦς· ἀναστήσεται ὁ ἀδελφός σου.
24 ᎹᏗ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᏥᎦᏔᎭ ᏙᏗᎴᎯᏌᏂᏒ ᏗᎴᎯᏐᏗ ᎨᏒ ᎤᎵᏍᏆᎸᏗ ᎢᎦ ᎨᏎᏍᏗ.
λέγει αὐτῷ Μάρθα· οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 ᏥᏌ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᎠᏴ ᏗᎴᎯᏐᏗ ᎨᏒ ᎠᎴ ᎬᏂᏛ. ᎩᎶ ᎠᏉᎯᏳᎲᏍᎨᏍᏗ, ᎢᏳ ᎾᏍᏉ ᎤᏲᎱᏒᎯ ᏱᎩ, ᎬᏁᏍᏗ.
εἶπεν αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή.
26 ᎩᎶᏃ ᎬᏁᏍᏗ ᎠᎴ ᎠᏉᎯᏳᎲᏍᎨᏍᏗ, ᎥᏝ ᎢᎸᎯᏳ ᎤᏲᎱᎯᏍᏗ ᏱᎨᏎᏍᏗ. ᎰᎯᏳᎲᏍᎦᏍᎪ ᎾᏍᎩ ᎯᎠ? (aiōn g165)
ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο; (aiōn g165)
27 ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᎥᎥ, ᏣᎬᏫᏳᎯ; ᎪᎢᏳᎲᏍᎦ ᏂᎯ ᎦᎶᏁᏛ ᎨᏒᎯ, ᎤᏁᎳᏅᎯ ᎤᏪᏥ, ᎾᏍᎩ ᎡᎶᎯ ᎤᎷᎯᏍᏗ ᏥᎨᏒᎩ.
λέγει αὐτῷ· ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 ᎾᏍᎩᏃ ᏄᏪᏒ ᎤᏓᏅᏒᎩ, ᎠᎴ ᎤᏕᎵᏛ ᏭᏯᏅᎲᎩ ᎤᎸᎢ ᎺᎵ, ᎯᎠ ᏄᏪᏒᎩ; ᏗᏕᏲᎲᏍᎩ ᎦᎷᎩ ᎠᎴ ᏗᏣᏯᏂᎭ.
καὶ ταῦτα εἰποῦσα ἀπῆλθε καὶ ἐφώνησε Μαρίαν τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· ὁ διδάσκαλος πάρεστι καὶ φωνεῖ σε.
29 ᎾᏍᎩ ᎤᏛᎦᏅ ᏱᎳᏉ ᎢᏴᏛ ᏚᎴᏅᎩ, ᎠᎴ ᏭᎷᏤᎸᎩ.
ἐκείνη ὡς ἤκουσεν, ἐγείρεται ταχὺ καὶ ἔρχεται πρὸς αὐτόν.
30 ᏥᏌᏃ ᎥᏝ ᎠᏏ ᏱᎦᎷᎨ ᎦᏚᎲᎢ, ᎾᎿᎭᏉᏍᎩᏂ ᎹᏗ ᏫᏚᏠᏒ ᎡᏙᎲᎩ.
οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾽ ἦν ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31 ᎿᎭᏉᏃ ᎠᏂᏧᏏ ᎦᎵᏦᏕ ᎤᏪᎸ ᎠᏂᏂ, ᎠᎴ ᎬᏩᏄᏬᎯᏍᏗᏍᎩ, ᎤᏂᎪᎲ ᎺᎵ ᎤᎵᏍᏗᏳ ᏚᎴᏅ ᎠᎴ ᎤᏄᎪᏨ ᎬᏩᏍᏓᏩᏛᏒᎩ, ᎯᎠ ᏄᏂᏪᏒᎩ; ᏗᎦᏂᏌᎲ ᏩᎦᏘ ᎾᎿᎭᏮᏛᏍᎪᏂᎵ.
οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾽ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίαν ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
32 ᎺᎵᏃ ᎤᎷᏨ ᏥᏌ ᎡᏙᎲᎢ, ᎠᎴ ᎤᎪᎲ, ᏚᎳᏍᎬ ᎡᎳᏗ ᎤᏓᏅᏅᎩ, ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᏣᎬᏫᏳᎯ, ᎢᏳᏃ ᎠᏂ ᏱᎮᏙᎮᎢ, ᎥᏝ ᎥᎩᏙ ᏱᎬᏩᏲᎱᏎᎢ.
ἡ οὖν Μαρία ὡς ἦλθεν ὅπου ἦν ὁ Ἰησοῦς, ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανέ μου ὁ ἀδελφός.
33 ᏥᏌᏃ ᎤᎪᎲ ᏓᏠᏱᎲᎢ, ᎠᎴ ᏚᎪᎲ ᎠᏂᏧᏏ ᎾᏍᎩ ᎤᏂᏍᏓᏩᏙᎸᎯ ᏓᎾᏠᏱᎲᎢ, ᎡᎯᏍᏗ ᎤᏓᏅᏓᏛᎩ, ᎠᎴ ᎤᏕᏯᏙᏗ ᏄᎵᏍᏓᏁᎸᎩ.
Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
34 ᎠᎴ ᎯᎠ ᏄᏪᏒᎩ; ᎭᏢ ᎡᏥᏅᏁᎢ? ᏣᎬᏫᏳᎯ, ᎡᎭᎦᏔ, ᎬᏬᏎᎸᎩ.
καὶ εἶπε· ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε.
35 ᏥᏌ ᏚᏠᏱᎸᎩ.
ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 ᎿᎭᏉᏃ ᎠᏂᏧᏏ ᎯᎠ ᏄᏂᏪᏒᎩ; ᎬᏂᏳᏉ ᏂᎦᎡ ᎤᎨᏳᎯᏳ ᎨᏎᎢ.
ἔλεγον οὖν οἱ Ἰουδαῖοι· ἴδε πῶς ἐφίλει αὐτόν·
37 ᎢᎦᏛᏃ ᎤᎾᏓᏑᏴᎩ ᎯᎠ ᏄᏂᏪᏒᎩ; ᏝᏍᎪ ᎯᎠ ᏗᎨᏫ ᏗᎦᏙᎵ ᏧᏍᏚᎢᎡᎸᎯ, ᎾᏍᏉ ᎾᏍᎩ ᏱᏂᎬᏩᏂᏌᏁ ᏄᏲᎱᏒᎾ ᏱᎦᎨᏎ ᎯᎠ ᎠᏍᎦᏯ?
τινὲς δὲ ἐξ αὐτῶν εἶπον· οὐκ ἠδύνατο οὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 ᏥᏌᏃ ᏔᎵᏁ ᎡᎯᏍᏗ ᎤᏓᏅᏓᏛ ᎠᏤᎵᏍᏛ ᎤᎷᏨᎩ. ᎤᏍᏓᎦᎸ ᎨᏒᎩ, ᎠᎴ ᏅᏯ ᎠᏍᏚᏛᎩ.
Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾽ αὐτῷ.
39 ᏥᏌ ᎯᎠ ᏄᏪᏒᎩ, ᏅᏯ ᎢᏥᎲᎾ. ᎹᏗ ᎤᏲᎱᏒᎯ ᎤᏙ, ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᏣᎬᏫᏳᎯ, ᎪᎯ ᎠᏎ ᎠᏒᎦ, ᏅᎩᏰᏃ ᏄᏒᎭ ᎦᏰᏥᏂᏌᏅᎯ.
λέγει ὁ Ἰησοῦς· ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστι.
40 ᏥᏌ ᎯᎠ ᏄᏪᏎᎸᎩ; ᏝᏍᎪ ᎯᎠ ᏱᏂᎬᏪᏎᎴᎢ; ᎢᏳᏃ ᎰᎯᏳᎲᏍᎨᏍᏗ, ᏣᎪᏩᏛᏗ ᎨᏎᏍᏗ ᎦᎸᏉᏗᏳ ᎨᏒ ᎤᏁᎳᏅᎯ ᎤᏤᎵᎦ.
λέγει αὐτῇ ὁ Ἰησοῦς· οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψει τὴν δόξαν τοῦ Θεοῦ;
41 ᎿᎭᏉᏃ ᏅᏯ ᎤᏂᎲᏍᎩ ᎤᏲᎱᏒᎯ ᎦᏅᎢ. ᏥᏌᏃ ᏚᏌᎳᏓᏅᎩ ᏗᎦᏙᎵ, ᎯᎠ ᏄᏪᏒᎩ; ᎡᏙᏓ, ᎬᏯᎵᎡᎵᏤᎭ ᏥᏍᏆᏛᎦᏁᎸ.
ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος. ὁ δὲ Ἰησοῦς ἦρε τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπε· πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.
42 ᎠᎴ ᏥᎦᏔᎭ ᏂᎪᎯᎸᎢ ᏍᏆᏛᎦᏁᎲᎢ; ᎠᏎᏃ ᏴᏫ ᎠᏂ ᏣᏂᏙᎾᎠ ᏅᏓᎦᎵᏍᏙᏓ ᎾᏍᎩ ᏥᏂᏥᏫ, ᎤᏃᎯᏳᏗᏱ ᏂᎯ ᏅᏓᏍᎩᏅᏏᏛ ᎨᏒᎢ.
ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 ᎾᏍᎩᏃ ᏄᏪᏒ, ᎠᏍᏓᏯ ᎤᏪᎷᏅᎩ, ᎯᎠ ᏄᏪᏒᎩ; ᎳᏏᎳ, ᎡᎯᏄᎪᎢ.
καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.
44 ᎤᏲᎱᏒᎯᏃ ᏓᏳᏄᎪᏨᎩ, ᏧᏬᏰᏂ ᎠᎴ ᏧᎳᏏᏕᏂ ᏚᏓᎸᏍᏛᎩ ᏗᎦᎸᏓᎸᏛ ᏗᏄᏬ, ᎤᎧᏛᏃ ᎠᏯᏠ ᎤᏓᎸᏍᏛᎩ. ᏥᏌ ᎯᎠ ᏂᏚᏪᏎᎸᎩ; ᎡᏣᎸᏒ ᎠᎴ ᏤᏥᏲᎯ.
καὶ ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· λύσατε αὐτὸν καὶ ἄφετε ὑπάγειν.
45 ᎠᎴ ᎤᏂᏣᏛᎩ ᎤᎾᏓᏑᏴᎩ ᎠᏂᏧᏏ ᎺᎵ ᎬᏩᎷᏤᎸᎯ, ᎠᎴ ᎤᏂᎪᎲᎯ ᎾᏍᎩ ᏥᏌ ᏄᏛᏁᎸᎢ, ᎬᏬᎯᏳᏅᎩ.
Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν καὶ θεασάμενοι ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἐπίστευσαν εἰς αὐτόν.
46 ᎢᎦᏛᏍᎩᏂ ᎠᏂᏆᎵᏏ ᏗᏂᏅ ᏭᏂᎶᏒᎩ, ᎠᎴ ᏫᏚᏂᏃᏁᎸᎩ ᏥᏌ ᏄᏛᏁᎸᎩ.
τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ἃ ἐποίησεν ὁ Ἰησοῦς.
47 ᎿᎭᏉᏃ ᏄᏂᎬᏫᏳᏒ ᎠᏥᎸ-ᎠᏁᎶᎯ ᎠᎴ ᎠᏂᏉᎵᏏ ᏚᏂᎳᏫᏛᎩ, ᎠᎴ ᎯᎠ ᏄᏂᏪᏒᎩ; ᎦᏙ ᎢᏓᏛᏁᎭ? ᎯᎠᏰᏃ ᎠᏍᎦᏯ ᎤᏣᏔ ᎤᏍᏆᏂᎪᏗ ᏚᎸᏫᏍᏓᏁᎭ.
συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον καὶ ἔλεγον· τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ;
48 ᎢᏳᏃ ᎾᏍᎩ ᎤᏁᎳᎩ ᏰᏕᎵᏎᎭ, ᏂᎦᏗᏳ ᏓᎬᏬᎯᏳᏂ, ᎠᏂᎶᎻᏃ ᏛᏂᎷᏥ ᎠᎴ ᏓᎨᎩᎩᎡᎵ ᎢᎦᏤᎵᎪᎯ ᎠᎴ ᏗᎦᏤᎵ ᏴᏫ ᏙᏓᎨᎩᏯᏅᎡᎵ.
ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49 ᎠᏏᏴᏫᏃ ᎤᏓᏑᏴᎩ, ᎧᏱᏆ ᏧᏙᎢᏛ, ᎾᎯᏳ ᎤᏕᏘᏴᏌᏗᏒ ᏄᎬᏫᏳᏒ ᎠᏥᎸ-ᎨᎶᎯ ᎨᏒᎩ, ᎯᎠ ᏂᏚᏪᏎᎸᎩ; ᎥᏝ ᎪᎱᏍᏗ ᏱᏥᎦᏔᎭ,
εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· ὑμεῖς οὐκ οἴδατε οὐδέν,
50 ᎠᎴ ᎥᏝ ᏱᏣᏓᏅᏖᎭ ᎤᏟ ᎣᏏᏳ ᎢᎨᎦᎵᏍᏓᏁᏗ ᎨᏒᎢ, ᎠᏏᏴᏫ ᎩᎶ ᏱᏓᏲᎱᎯᏎᎭ ᏴᏫ, ᎠᏃ ᎤᏂᏣᏘ ᎤᏅᏒ ᏯᎾᏗᏒᎲᏍᎦ.
οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51 ᎾᏍᎩ ᏄᏪᏒᎩ, ᎥᏝ ᎤᏩᏒ ᎤᏓᏅᏖᏛ ᏱᎨᏎᎢ; ᎾᎯᏳ ᎠᏥᎸ-ᎨᎶᎯᏍᎩᏂ ᎨᏒ ᎢᏳᏍᏗ ᎤᏕᏘᏴᏌᏗᏒ ᎤᏙᎴᎰᏒᎩ ᏥᏌ ᏧᏲᎱᎯᏎᏗᏱ ᎾᏍᎩ ᏑᎾᏓᎴᎩ ᎨᏒ ᏴᏫ,
τοῦτο δὲ ἀφ᾽ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους,
52 ᎠᎴ ᎥᏝ ᎾᏍᎩ Ꮎ ᏑᎾᏓᎴᎩ ᎨᏒ ᎤᏅᏒ, ᎾᏍᏉᏍᎩᏂ ᏌᏉ ᎢᏧᏩᏁᏗᏱ ᏧᏪᏟᏐᏗᏱ ᎤᎾᏗᎦᎴᏲᏨᎯ ᎤᏁᎳᏅᎯ ᏧᏪᏥ.
καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾽ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
53 ᎿᎭᏉᏃ ᎾᎯᏳ ᎤᎾᎴᏅᎲᎩ ᎤᏂᏃᎮᎸᎩ ᎤᏂᎯᏍᏗᏱ.
ἀπ᾽ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 ᎾᏍᎩ ᎢᏳᏍᏗ ᏥᏌ ᎿᎭᏉ ᎥᏝ ᎢᎸᎯᏳ ᎬᏂᎨᏒ ᏱᏚᏪᎳᏗᏙᎴ ᎠᏂᏧᏏ; ᎾᎿᎭᏍᎩᏂ ᎤᏂᎩᏒᎩ, ᎢᎾᎨ ᎾᎥ ᏭᎶᏅᎩ, ᎢᏆᎻ ᏚᏙᎥ ᏗᎦᏚᎲᎢ, ᎠᎴ ᎾᎿᎭᎤᏪᏅᎩ ᎠᎴ ᎬᏩᏍᏓᏩᏗᏙᎯ.
Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.
55 ᎠᏂᏧᏏᏃ ᎤᎾᏤᎵᎦ ᎧᏃᎯᏰᎩ ᏗᎵᏍᏓᏴᏗᏱ ᎤᏍᏆᎸᎯᏗᏒᎩ; ᎤᏂᏣᏛᎩᏃ ᎾᎿᎭᎤᎾᏂᎩᏒᎩ ᏥᎷᏏᎵᎻ ᏭᏂᎶᏒᎩ ᎠᏏᏉ ᎾᏍᏆᎵᏍᎬᎾ ᎧᏃᎯᏰᎩ ᏗᎵᏍᏓᏴᏗᏱ, ᎤᎾᏓᏅᎦᎸᏗᏱ ᎤᏂᏰᎸᏒᎩ.
ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
56 ᏥᏌᏃ ᎤᏂᏲᎸᎩ, ᎠᎴ ᎤᏛᏅᏗᎦᎳᏫᏍᏗᏱ ᎠᏂᏙᎾᎥ ᎯᎠ ᏂᏚᎾᏓᏪᏎᎸᎩ; ᎦᏙ ᎢᏤᎵᎭ? ᏝᏍᎪ ᏓᎾᎵᏍᏓᏴᎲᏍᎬ ᏴᏓᎦᎷᏥ?
ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ᾽ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· τί δοκεῖ ὑμῖν, ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 ᏄᏂᎬᏫᏳᏒᏃ ᎠᏥᎸ-ᎠᏁᎶᎯ ᎠᎴ ᎾᏍᏉ ᎠᏂᏆᎵᏏ ᎤᏂᏁᏨᎯ ᎨᏒᎩ, ᎢᏳᏃ ᎩᎶ ᏯᎦᏔᎭ ᎡᏙᎲᎢ, ᎬᏂᎨᏒ ᎢᏳᏩᏁᏗᏱ, ᎤᏂᏂᏴᏗᏱ ᎤᏂᏰᎸᏒᎩ.
δεδώκεισαν δὲ καὶ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὴν ἵνα ἐάν τις γνῷ ποῦ ἐστι, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

< ᎣᏍᏛ ᎧᏃᎮᏛ ᏣᏂ ᎤᏬᏪᎳᏅᎯ 11 >